ΠαναγίαΠροσευχές

Παράκληση στην Παναγία Μαλεβή

Τὴν σεπτήν σου Εἰκόνα τὴν τὸ μύρον τῆς χάριτος, ἐν τῇ Μαλεβῇ Θεοτόκε παραδόξως βλυστάνουσαν, τιμῶμεν προσκυνοῦντες εὐλαβῶς...

ΠΑΝΑΓΙΑ ΜΑΛΕΒΗ: Παράκληση στην Παναγία Μαλεβή. Διαβάστε παρακάτω τον παρακλητικό κανών στην Παναγία Μαλεβή. Η παράκληση, προσευχή διαβάζεται σε κάθε περίσταση. Η Παναγία να φυλάει και να προστατεύει όλο τον κόσμο. Την σεπτήν σου Εικόνα την το μύρον της χάριτος, εν τη Μαλεβή Θεοτόκε παραδόξως βλυστάνουσαν, τιμώμεν προσκυνούντες ευλαβώς…

Παναγία Μαλεβή – Παράκληση

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε· νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Βασιλεῦ οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν, καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν, καί καθάριστον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῷσον, Ἀγαθέ, τάς ψυχάς ἡμῶν.
Ὁ χορός: Ἀμήν.

Το Αγιορείτικο Θυμίαμα είναι αυθεντικό μοναστηριακό προϊόν. Φτιάχνεται με προσωπική φροντίδα & προσευχή από κελλιώτες μοναχούς.
Αγοράστε το μοναδικό Αγιορείτικο Μοσχοθυμίαμα εδώ.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ότι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Παναγία Μαλεβή – Ἦχος δ΄: Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ ἐν Movῇ τῆς Μαλεβῆς ἐκβλυζούσῃ, μύρον εὐῶδες θεῖον καὶ οὐράνιον, δεῦτε καὶ προσπέσωμεν, πρός αὐτὴν ἐκβοῶντες. Κόρη Μυροβλύτισσα, ἐκ παθῶν ἀκαθάρτων, καὶ ἐπηρείας πάσης τοῦ ἐχθροῦ, τοὺς τῇ Εἰκόνι σου σπεύδοντας λύτρωσαι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Ὡς τετοκυῖα τό ζωήρρυτον μύρον, σωματωθὲν ἐκ τῶν ἀγνῶν σου αἱμάτων, μύρον ἐκβλύζειν Δέσποινα ηὐδόκησας, τὴν σεπτὴν Εἰκόνα σου, τὰς ψυχὰς ἀγιάζον, καὶ διῶκον ἅπασαν, τῶν παθῶν δυσωδίαν. Ἀλλ’ ἐκ παντοίων ῥύου πειρασμῶν, Θεογεννῆτορ, τοὺς σὲ μεγαλύνοντας.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

«Σπεύδω Παρθένε σῷ θείῷ μύρῷ. Γερασίμου».

Ωδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Σαρκός ὁμοιώματι τῆς ζωῆς, τεκοῦσα τό μύρον, Μυροβλύτισσα Μαριάμ, τῷ μύρῳ Εἰκόνος σου τῆς θείας, τῆς τῶν παθῶν δυσωδίας με λύτρωσαι.

Πηγάζουσα μύρον ἡ σὴ Εἰκών, τῇ σῇ ἐπινεύσει, Θεοτόκε ἐν Μαλεβῇ, εὐφραίνει καί τέρπει καθ’ ἐκάστην, τοὺς προσιόντας αὐτῇ μετὰ πίστεως.

Ἐπίβλεψον ὄμματι ἱλαρῷ, τοὺς τῇ σῇ Εἰκόνι, παρεστῶτας πανευλαβῶς, καὶ δίδου ἡμῖν Θεογεννῆτορ, τῶν αἰτημάτων ἁπάντων τὴν πλήρωσιν.

Ὑμνοῦμεν θαυμάτων σου την πληθύν, καὶ πίστει βοῶμεν, Μυροβλύτισσα Μαριάμ. Ἐκ πάσης ἀνάγκης τε καὶ βλάβης, ῥῦσαι ἡμᾶς μητρικῇ σου χρηστότητι.

Ωδὴ γ΄. Οὐρανίας ἁψίδος.
Δυσμενῶν ἀοράτων, ἐπιβουλῆς λύτρωσαι, καὶ ἀσθενειῶν πολυτρόπων, καὶ περιστάσεων, ὦ Μυροβλύτισσα, τοὺς ἐκ τοῦ θείου σου μύρου, εὐλαβῶς λαμβάνοντας, και σε δοξάζοντας.

Ὡς καρκίνου τό πάθος, τό χαλεπόν ἔπαυσας, χρίσει τοῦ ἁγίου σου μύρου, Παρθένε Ἄχραντε, οὕτω θεράπευσον, κ’ ἀμὲ δεινῶς ἀσθενοῦντα, Κόρη Μυροβλύτισσα, ἵνα γεραίρω σε.

Παραδόξως ὁρᾶται, μύρου πηγή Ἄχραντε, ἐν τῇ Μαλεβῇ ἡ Εἰκών σου, πάντας ἐκπλήττουσα, καὶ θεραπεύουσα, νόσους ψυχῶν καὶ σωμάτων″ ὅθεν σου τὴν ἄφθονον χάριν κηρύττομεν.

Ἁγιάσματος οἶκος, ὡς ἀληθῶς πέφηνας″ ὅθεν ἁγιάζεις Παρθένε, τῷ θείῳ μύρῳ σου τοὺς καταφεύγοντας, ἐν Μαλεβῇ τῇ Μονῇ σου, καὶ τα μεγαλεῖα σου, Κόρη δοξάζοντας.

Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης και έπηρείας του δράκοντος, τοὺς χριομένους τῷ μύρῳ σου τῷ άγίῳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπι τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τό άλγος.

Παράκληση στην Παναγία Μαλεβή

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ οἰκτιρμῶν, καὶ θεϊκῆς χρηστότητος, Παρθένε Ἀγνή, μύρου πηγὴν ἀνέβλυσας, ἐκ τῆς σεπτῆς Εἰκόνος σου, ἐξ οὗ Κόρη πιστῶς οἱ μετέχοντες, πληροῦνται ὀσμῆς μυστικῆς καὶ χαρᾶς, τὰ θεῖά σου θαύματα κηρύττοντες.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ρυπωθέντας ἐκκάθαρον, Κόρη ἐπιθέσει τοῦ πολεμήτορος, ἡμᾶς χρίσει τῇ τοῦ μύρου σου, ἡ ζωῆς τό μύρον κόσμῳ βλύσασα.

Θαυμαστὴ ὄντως δέδεικται, ἐν τῇ Μαλεβῇ Εἰκών σου ἡ πάντιμος˙ μύρον θεῖον γὰρ ἐκάστοτε, Κόρη ἀναβλύζει θείῳ Πνεύματι.

Ἐκ τοῦ μύρου σου Δέσποινα, οἱ πιστῶς λαμβάνοντες θεραπεύονται, πάσης βλάβης καὶ κακώσεως, καὶ τὰ σὰ κηρύττουσι θαυμάσια.

Νοσημάτων ἀπάλλαξον, καὶ παθῶν παντοίων ψυχῆς καὶ σώματος, Μυροβλύτισσα Παντάνασσα, τοὺς τῇ σῇ Εἰκόνι καταφεύγοντας.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔπιδε ἡμῖν, Θεοτόκε. Μαλεβίτισσα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου πιστῶς, καὶ παράσχου εὐφροσύνην ταῖς ψυχαῖς ὑμῶν.

Σκέπη ἀσφαλής, ἡμῖν ἔσο Μυροβλύτισσα, καὶ ἐν πᾶσιν ἀρωγός καὶ βοηθός, τοῖς αἰτοῦσι τὴν ὀξεῖάν σου ἀντίληψιν.

Ὥσπερ ὀφθαλμῶν, τὰς παθήσεις ἐθεράπευσας, οὕτως ἄνοιξον κ’ ἀμοῦ τοὺς ὀφθαλμούς, τῆς καρδίας δυσωπῶ σε Μυροβλύτισσα.

Θαύματα πολλά, ἐνεργοῦν τό θεῖον μύρον σου, κατευφραίνει Θεοτόκε τους πιστούς, καὶ δαιμόνων ἀπελαύνει τὴν ἐπήρειαν.

Παράκληση στην Παναγία Μαλεβή – Ωδὴ στ΄. Τὴν δέησιν.

Ἐρρύσω, ἐκ τῶν δεσμῶν ἀτεκνίας, τὰς πιστῶς σοι προσελθούσας γυναῖκας, οὕτω κ’ ἀμὲ Μυροβλύτισσα Κόρη, ἐκ τῶν δεσμῶν τῆς κακίας ἀπάλλαξον, καὶ σύνδησόν με, ἀρραγῶς, τῷ δεσμῷ τῆς ἀγάπης τοῦ Κ τίστου μου.

Ἰδού σοι, ἐν τῇ ἁγίᾳ Movῇ σου, πανταχόθεν Χριστωνύμων τὰ στίφη, μετ’ εὐλαβείας συρρέουσι Κόρη, καὶ ἐκ τοῦ θείου σου μύρου λαμβάνοντες, βοῶσί σοι ἀπὸ ψυχῆς″ Χαρμονῆς ἡμᾶς Δέσποινα πλήρωσον.

Ὡς μύρον, τὸ τῆς ζωῆς τετοκυῖα, μυροθήκη οὐρανίων χαρίτων, τοὺς προσκυνοῦντας ἐν πίστει τελείᾳ, τήν Μυροβλύτισσαν Κόρη Εἰκόνα σου, ἐκ δυσωδίας χαλεπῆς, νοσημάτων καὶ θλίψεων λύτρωσαι.

Μovῇ σου, τῇ Μαλεβῇ προσιόντες, καὶ πληρούμενοι ὀσμῆς οὐρανίου, ἐκ τοῦ ἁγίου σου μύρου Παρθένε, τὰ μεγαλεῖά σου πᾶσι κηρύττομεν, καὶ ἐκβοῶμεν ἐκ ψυχῆς δυσωδίας παθῶν ἡμᾶς λύτρωσαι.

Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καὶ ἐπηρείας τοῦ δράκοντος, τοὺς χριομένους τῷ μύρῳ σου τῷ ἁγίῳ.
Ἄχραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ήχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς μυροβλύτις καὶ πλήρης χρηστότητος, Θεογεννῆτορ Παρθένε Πανάμωμε, τόν σόν Υἱόν ἀπαύστως ἰκέτευε, ἀμαρτημάτων διδόναι συγχώρησιν, ἡμῖν τοῖς πιστῶς σοι προστρέχουσι.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στιχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι …

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν.

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σύ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καὶ ἠγαλλίασε τό πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γὰρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἰ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός καὶ ἅγιον τό ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριὰμ σύν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.
Ταῖς τῆς Θεοτόκου, πρεσβείες, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεήμων ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.

Μύρον τό ἀκένωτον, Χριστόν τόν πάντων Σωτῆρα, τέξασα Πανύμνητε, κόσμον εὐωδίασας θείᾳ χάριτι˙ καὶ τανῦν Δέσποινα, τῷ ἁγίῳ μύρῳ, τῷ πλουσίως ἀναβλύζοντι, ἐκ τῆς Εἰκόνος σου, τῇ ἐπισκιάσει τῆς δόξης σου, εὐφραίνεις τὰς ψυχὰς ἡμῶν, καὶ ἀποφορὰν τὴν ψυχόλεθρον, παθῶν τε καὶ νόσων, καὶ πάσης ἀθυμίας χαλεπῆς, ἀποδιώκεις, ἑκάστοτε, ἐκ τῶν καρδιῶν ἡμῶν.

Συνέχεια Παράκληση στην Παναγία Μαλεβή

Ὁ Ἱερεύς·

Σῶσον ὁ Θεός τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου· ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καί κατάπεμψον ἐφ’ ἡμᾶς τά ἐλέη σου τά πλούσια, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καί ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγίοις, Πατρός ἡμῶν Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων, τῶν ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καί δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης· τοῦ ἁγίου (τοῦ Ναοῦ καί τῆς ἡμέρας), καί πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε, Πολυέλεε Κύριε· ἐπάκουσον ἡμπων τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἡμᾶς.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπὲρ πάντα Παρθένε, Γραφικῶς τὰ ἀρώματα ἡ τοῦ μύρου σου, εὐφραίνει εὐωδία, καρδίας καὶ αἰσθήσεις, τῶν βοώντων ἐκάστοτε. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Ραντισμοῖς ἀοράτοις, Μυροβλύτισσα Κόρη τοῦ θείου μύρου σου, ἀπόπλυνον τόν ρύπον, ψυχῆς μου τῆς δυσώδους, καὶ βοῶντά με λάμπρυνον″ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Ὡς λειμὼν πανευώδης, Μαλεβὴ ἡ Μονή σου πρόκειται ἅπασιν, εν ᾗ Θεογεννῆτορ, Εἰκών σου ἡ ἁγία, ὥσπερ ἄνθος πανεύοσμον, εὐωδιάζει ἡμᾶς, ἐκβλύσει τῇ τοῦ μύρου.

Γνώρισόν μοι Παρθένε, ζωῆς τρίβον προσπίπτοντι τῇ Εἰκόνι σου, καὶ πάσης ὀλεθρίου, ρῦσαι με ἀνοδίας, ἵνα πίστει κραυγάζω σοι″ χαῖρε πιστῶν ἡ χαρά, ὦ Κεχαριτωμένη.

Ωδὴ η΄. Τὸν Βασιλέα.

Εἰς πάντα κόσμον, ἡ τοῦ ἁγίου σου μύρου, ἐξελήλυθε Θεογεννῆτορ χάρις, καὶ πιστῶν τὰ στίφη, ὑμνοῦσί σου τὴν δόξαν.

Ρῦσαι Παρθένε, ὀδυνηρῶν συμπτωμάτων, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ ἀλειφομένους, τῷ ἱερῷ σου μύρῳ.

Ἅπας προστρέχων, ἐν Μαλεβῇ τῇ Movῇ σου, ἁγιάζεται τῷ ἱερῷ σου μύρῳ, καὶ τὰ θαύματά σου, κηρύττει Θεοτόκε.

Σωμάτων πόνων, καὶ ψυχικῶν ἀλγημάτων, Μυροβλύτισσα ἀπάλλαξον Παρθένε, τοὺς ὑπερυψοῦντας, τόν ἄφραστόν σου τόκον.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις πᾶσι νέμει, τὸ σον μύρον Κόρη, δ ἀναβλύζει Εἰκών σου ἡ πάνσεπτος, τοῖς μετὰ πίστεως τοῦτο ἀεὶ λαμβάνουσι.

Μυρίπνοον ὡς κρίνον, θείαν εὐωδίαν, ἡ μυροβλύτις Εἰκών σου Πανάχραντε, πνέει τοῖς πίστει προστρέχουσιν ἐν τῇ Μάνδρᾳ σου.

Οἱ πάθεσι καὶ νόσοις, στένοντες ἀθλίως, τῆς Θεοτόκου τῷ μύρῳ προσέλθετε, ἵνα ταχέως τὴν ἴασιν ἀπολάβητε.

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, σχέσεως πάσης παθῶν τῆς φαυλότητος, τῇ θαυμαστῇ εὐωδίᾳ τοῦ θείου μύρου σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Παράκληση στην Παναγία Μαλεβή – Τα Μεγαλυνάρια

Τῇ ἐπισκιάσει σου τῇ σεπτῇ, μύρον ἀναβλύζει, ἡ Εἰκών σου ἡ ἱερά, οὗ τῇ λήψει Κόρη, λυτρούμεθα κινδύνων, καὶ πάσης ἀσθενείας, ἀπαλλαττόμεθα.
Ὤφθη μυροβλύτις νεύσει τῇ σῇ, ἡ Εἰκών σου Κόρη, ἐν τῇ Μάνδρᾳ τῆς Μαλεβῆς, ᾗ μετ’ εὐλαβείας, Παρθένε προσιόντες, ὀσμῆς ἐπουρανίου, πίστει πληρούμεθα.
Λύει τῆς στειρώσεως τὰ δεσμά, τό μύρον σου Κόρη, λαμβανόμενον εὐλαβῶς˙ ὅθεν σου τὴν χάριν, κηρύττομεν τοῖς πᾶσι, καὶ τὰ πολλά σου θαύματα μεγαλύνομεν.
Ρῶσιν καὶ ὑγείαν νέμει ἡμῖν, τό μύρον σου Κόρη, καὶ κινδύνων ἀπαλλαγήν, καὶ καρκίνου πάθος, τό χαλεπόν ἰᾶται˙ διό σε Μυροοβλύτισσα μεγαλύνομεν.
Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τῆς Μυροβλυτίσσης, τὴν Εἰκόνα ἐν Μαλεβῇ, ἵνα πληρωθῶμεν, ὀσμῆς ἐπουρανίου, καὶ πάσης δυσωδίας, θᾶττον ρυσθείημεν.
Ἔχει ἡ Μονή σου ἐν Μαλεβῇ, προπύργιον μέγα, τὴν Είκόνα σου τήν σεπτήν, ἐκβλύζουσαν μύρον, εὐῶδες Θεοτόκε˙ διό καὶ μεγαλύνει, ἀεὶ τὴν δόξαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οί Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρις).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι, καί νῦν, καί ἀεί, καί εἰς τούς αἰὼνας τῶν αἰῶνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι, καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ήχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρον ἡ τεκοῦσα τῆς ζωῆς, τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε Ἄχραντε, μύρον βλύζειν εὔοσμον, Κόρη ηὐδόκησας, τὴν ἁγίαν Εἰκόνα σου, πιστοὺς κατευφραῖνον˙ ᾗ πιστῶς προσπίπτοντες, ἁγιαζόμεθα″ ὅθεν μετοχῇ τῇ τοῦ μύρου, λῦσον τῶν παθῶν τὰς ὀδύνας, ἐκ τῶν εὐλαβῶς παρακαλούντων σε.

Ἦχος πλ. δ΄.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.
Καί ἀμέσως τό Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν… Ἀμήν.

Παναγία Μαλεβή η Μυροβλύτισσα – Απολυτίκιον

Τὴν σεπτήν σου Εἰκόνα τὴν τὸ μύρον τῆς χάριτος, ἐν τῇ Μαλεβῇ Θεοτόκε παραδόξως βλυστάνουσαν, τιμῶμεν προσκυνοῦντες εὐλαβῶς, πληρούμενοι ὀσμῆς πνευματικῆς˙ ἁγιάζει γὰρ καὶ σώματα καὶ ψυχάς, τῶν πίστει ἐκβοώντων σου″ δόξα τοῖς μεγαλείοις σου Ἀγνή, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ χάριτί σου Μυροβλύτισσα Δέσποινα.

Παράκληση στην Παναγία Μαλεβή τη Μυροβλύτισσα τέλος

Θεοτοκάριον

Θεοτοκάρια ονομάστηκαν τα βιβλία που περιέχουν συλλογές ύμνων προς την Υπεραγία Θεοτόκο.

Ως «Θεοτοκάριον» της Εκκλησίας έχει καθιερωθεί αυτό που συνέθεσε ο Άγιος Νικόδημος ο Αγιορείτης, συλλέγοντας από τα χειρόγραφα Θεοτοκάρια των Μονών του Αγίου Όρους κανόνες στους οκτώ ήχους για κάθε μέρα της εβδομάδας και πλέκοντας με αυτούς -όπως λέει ο ίδιος-, σαν με άνθη ωραίου περιβολιού, ένα ποικιλόχρωμο, ευωδιαστό και πολυανθοστόλιστο στεφάνι για την Θεοτόκο, την παντοβασίλισσα των ουρανών.

ΒΡΕΙΤΕ ΤΟ ΕΔΩ


Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις...

ΕΝΗΜΕΡΩΤΙΚΟ ΔΕΛΤΙΟ
Back to top button