Προσευχές

Παράκληση Αγίας Ειρήνης Χρυσοβαλάντου

Τῇ φερωνύμῳ διαλάμπουσα κλήσει, τά τῆς εἰρήνης ἀγαθά πλουτοδότως, Εἰρήνη παμμακάριστε δίδου ἠμιν ἀεί...

Παράκληση Αγίας Ειρήνης Χρυσοβαλάντου. Παρακάτω ακολουθεί ο Παρακλητικός Κανών εις την Οσία Μητέρα ημών Ειρήνη Χρυσοβαλάντου την θαυματουργόν, ποιηθείς υπό Γερασίμου Μοναχού Μικραγιαννανίτου. Η Παράκληση αυτή διαβάζεται ώστε η Αγία μας να βοηθάει τις εγκυμονούσες και όσες επιθυμούν να κυοφορήσουν ή σε κάθε άλλη περίσταση. Η Αγία εορτάζει στις 28 Ιουλίου.

Παράκληση Αγίας Ειρήνης Χρυσοβαλάντου

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Το Αγιορείτικο Θυμίαμα είναι αυθεντικό μοναστηριακό προϊόν. Φτιάχνεται με προσωπική φροντίδα & προσευχή από κελλιώτες μοναχούς.
Αγοράστε το μοναδικό Αγιορείτικο Μοσχοθυμίαμα εδώ.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ φερωνύμῳ διαλάμπουσα κλήσει, τά τῆς εἰρήνης ἀγαθά πλουτοδότως, Εἰρήνη παμμακάριστε δίδου ἠμιν ἀεί· κόπασον τόν τάραχον, τῶν δεινῶν νοσημάτων, σκέδασον τά σκάνδαλα, τοῦ δολίου Βελίαρ, καί εἰρηναίαν δώρησαι ζωήν, τοῖς προσιούσιν, Ὁσία τῇ σκέπῃ σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἀπολυτίκιον

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Βασιλείας γηΐνου πάλαι οὐκ ἔτυχες, ἀλλ’ ἀφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος· ᾧ καθιέρωσας σαὐτήν, ὅλη καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἠμῶν δὲ προσφυγὴ καὶ βοήθεια.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμὰς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοῦς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. – Παράκληση Αγίας Ειρήνης Χρυσοβαλάντου

Διαβάστε Επίσης

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ.

Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Ἡ ἀκροστιχίς.

«Εἰρήνης ἀξίωσον ἠμᾶς Εἰρήνη. Γερασίμου».
Ὁσία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας
Εἰρήνης τόν ἄρχοντα ἐκτενῶς, Εἰρήνη δυσώπει, εἰρηναίαν καί εὐσταθῆ, ἠμᾶς διανύειν πολιτείαν, καί τοῦ ἐχθροῦ ἀποφεύγειν τά σκάνδαλα.
Ἰλύος ρυσθεῖσα τῆς κοσμικῆς, σκανδάλων τοῦ βίου, καί ἁπάσης ἐπιβουλῆς, καί γλώσσης δολίας καί δυσφήμου, τούς προσιόντάς σοί Μῆτερ ἁπάλλαξον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ρευμάτων ἀΰλων τόν γλυκασμόν, ψυχαῖς φαρμαχθείσαις τῇ κακία τοῦ δυσμενοῦς, ἐπίσταξον Μῆτερ οὐρανόθεν, καί τόν ἰόν τῶν παθῶν ἀποξήρανον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἡ ἄρρητος φύσις καί παντουργός, ὤ θαύματος ξένου! Συνεσχέθη ἐν σή γαστρι, σαρκί ἐνωθεῖσα ἀσυγχήτως, εἰς σωτηρίαν ἠμῶν Παναμώμητε.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.

Νυμφευθεῖσα τῷ Λόγῳ, ἀσκητικῶς πάνσεμνε, τά τῆς ἀλογίας μου νέφη, μακράν ἀπέλασον, ἐξ ὧν τῆς μήνιδος, ἡ δυσωδία πηγάζει, τήν τοῦ θείου Πνεύματος, σχέσιν μακρύνουσα.
Ἡ ἐκ ρίζης εὐώδους, θεοπρεπῶς λάμψασα, τάς τῆς ἀνομίας ἀκάνθας, πρόρριζον ἔκτιλλον, ἐκ τῆς καρδίας μου, τῶν πρεσβειῶν σου σκαπάνη, καί φόβον τόν ἔνθεον, ταύτῃ ἐμφύτευσον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σαρκικῶν ἀλγηδόνων, καί ψυχικῆς θλίψεως, πονηρευομένων ἀνθρώπων, πάσης φαυλότητος, καί συστροφῆς χαλεπῶν, ἀπαρατρώτους ἀπαύστως, Εἰρήνη διάσωζε, τούς εὐφημούντας σε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀπορρήτως ἐν μήτρα τόν τοῦ Πατρός σύνθρονον. Λόγον σαρκωθέντα ἀσπόρως, Ἁγνή χωρήσασαν, παθῶν στενώσεως, πρός πλατυσμόν ἀπαθείας, τόν νοῦν μου κυβέρνησον Θεοχαρίτωσε.
Διασωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπὴν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ἦχος β΄. Πρεσβεία θερμή.
Αἴτησις καί τό Κάθισμα.
Ἠσή ἀρωγή, ὡς μάχαιρα ἀμφίστομος, Εἰρήνη σεμνή, γενέσθω τοῖς ἰκέταις σου, τάς συμπλοκᾶς συγκόπτουσα, δυσμενείας ἁπάσης καί μήνιδος· σύ γάρ εἰρήνην νέμουσα ἠμίν, τῷ σάλω ἐπιτιμᾷς τῶν θλίψεων.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.

Ξενοτρόπως ἀσκήσασα, ξένωσον τόν νοῦν μου ἐκ πάσης μήνιδος, πονηρίας καί συγχήσεως, καί μνησικακίας Εἰρηνώνυμε.
Ἰαμάτων ἐπόμβρισον, Μῆτερ τάς σταγόνας καί καταδρόσισον, τούς φλογμῶ νόσων καί θλίψεων, κατατηκομένους ἐχθροῦ τοῖς ἀνθραξι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὡραιόθης ποθήσασα, τόν ὡραῖον Λόγον ὄν καθικέτευε, ὡραιῶσαι τήν καρδίαν μου, καί τά τῆς σαρκός παῦσαι σκιρτήματα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σωτηρίας λιμένα σέ, Κόρη ἐπιστάμενος σοί ἀνέθηκα τάς ἀγκύρας τῆς ἐλπίδος μου• μή οὔν ὑπερίδης τόν προσφυγόντα σοί. – Παράκληση Αγίας Ειρήνης Χρυσοβαλάντου

Ὠδή ε΄. Φώτισον ἡμᾶς

Ὅλη καθαρά, ὡς παρθένος πανακήρατος, τῷ νυμφίω ἠγγυήθης τῶν ψυχῶν, ᾧ ἐγγύας μετανοίας μοι προσάγαγε.
Νέκρωσον ζωῆς, ἐξανθήσασα θανάτωσο, τήν ἔτι ζῶσαν ἁμαρτίαν, ἐν ἐμοί, καί πρός κτῆσιν ἀπαθείας μέ διέγειρον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἤστραψας ἐν γῆ ὡς λαμπάς τοῦ Θείου Πνεύματος, διαλύουσα τοῦ μίσους τήν ἀχλύν, καί ἀγάπης ἀνατέλλουσα τήν ἔλλαμψιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μήτηρ τῆς ζωῆς, ἀνεδείχθης Παναμώμητε· διο νέκρωσον παθῶν μου τάς ὁρμᾶς καί τόν νοῦν μου πρός ἐγρήγορσιν ἀνάστησον.

Ὠδή στ΄. Τήν δέησιν.

Ἀνάτειλον, ὁμονοίας ἡμέραν, καί εἰρήνης ἀληθοῦς τάς ἀκτῖνας, τοῖς τοῦ θυμοῦ καί ὀργῆς ἐν τῷ σκότει, κατακειμένοις ἀπάτῃ τοῦ ὄφεως· σοί γάρ ἐδόθη πρός Θεοῦ, εἰρηνεύειν ἠμῶν τήν διάστασιν.
Στομώσασα, τῷ τοῦ Λόγου ἔρωτι, τῆς ψυχῆς σου τάς κινήσεις Ὁσία, ξίφος ἐγένου ἐχθρούς κατακόπτον, καί διχονοίας λικμίζον τό ἄχυρον· διό τῆς ἔχθρας ἐν ἐμοί τήν σφριγῶσαν κακίαν κατάβαλε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐπίβλεψον, ἱλαρῶ σου ὄμματι, ἐφ’ ἡμᾶς τούς σούς ἱκέτας Ὁσία, καί τάς ὀδύνας ἡμῶν καί τάς θλίψεις ἐπικουφίζουσα τάχος ἀφάνισον, ἐν ὁμονοίᾳ τήν ζωήν, συντηροῦσα ἡμῶν ἀστασίαστον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰσχύος, ἐνυποστάτου σκήνωμα, ἐκ Πατρός προερχομένης ἀναρχως, ἀναδειχθεῖσα Θεονυμφε Κόρη, τήν ἀσθενοῦσαν καρδίαν μου νεύρωσον, πρός ἐργασίαν, ἀρετῶν, ἴνα πίστει καί πόθω δοξάζω σέ.
Διασωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν. – Παράκληση Αγίας Ειρήνης Χρυσοβαλάντου

Αἴτησις καί τό Κοντάκιον.

Ἦχος β΄ . Προστασία τῶν Χριστιανῶν.
Παρρησίαν κεκτημένη πρός τό νυμφίον σου, ὡς παρθένος Ὁσία φρόνιμη καί ἔνθεος, μή ἐλλείπης ὑπέρ ἠμῶν πρευσβεύειν ἐκτενῶς, ἴνα ρυσθῶμεν πάσης ὀργῆς, καί πολυτρόπων πειρασμῶν, οἱ πιστῶς ἐκβοωντές σοί· Προφθασον ὤ Εἰρήνη καί δώρησαι τοῖς σοῖς δούλοις, συμβίωσην εἰρηνικήν, καί ἀγάπην ἀστασίαστον.

Καί εὐθύς τό Προκείμενον.
Ήχος δ΄
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατά Μάρκον. (Κεφ. η΄ , 34-38).

Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ, καί ἀκολουθείτω μοί. Ος γάρ ἄν θέλη τήν ψυχήν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὅς δ ἄν ἀπολέση τήν ἑαυτοῦ ψυχήν ἕνεκεν ἐμοῦ καί τοῦ εὐαγγελίου οὗτος σώσει αὐτήν. τί γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήση τόν κόσμον ὅλον, καί ζημιωθῆ τήν ψυχήν αὐτοῦ; ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὅς γάρ ἐάν ἐπαισχυνθῆ μέ καί τούς ἐμοῦς λόγους ἐν τή γενεά ταύτη τή μοιχαλίδι καί ἁμαρτωλῶ, καί ὁ υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν ὅταν ἔλθη ἐν τή δόξη τοῦ πατρός αὐτοῦ μετά τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς· ἀμήν λέγω ὑμίν ὅτι εἰσί τινές τῶν ὧδε ἐστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυίαν ἐν δυνάμει.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψων τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἐλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου.

Ὅρμημα ἀκάθεκτον, καί τάς κρυφίους ἐνέδρας, τοῦ δολίου, δράκοντος, καθ’ ἠμῶν ματαίωσον Εἰρηνώνυμε, καί δεινῶν θλίψεων, τάς ἐπαναστάσεις, καταπράϋνον καί κόπασον, ἅπαν σκευώρημα, καί διχοστασίας τά σκάνδαλαν, εἰρήνην ἀστασίαστον, ταῖς εἰρηνοδώροις πρεσβείαις σου, πάσι χορηγοῦσα, Εἰρήνη τῶν Ὁσίων καλλονή, ὡς ἄν ἡσύχως βιώσαντες, δόξης ἐπιτύχωμεν.

Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὠδή ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας

Ράβδω τῶν πρεσβειῶν σου, τούς κυκλώσαντας κύνας τήν τάλαινάν μου ψυχήν, ἐκδίωξον Ὁσία, καί τή ἀντιτυπία, τῆς θερμῆς προστασίας σου, ἰκάνωσόν μου τόν νοῦν, κατά τοῦ ἀντιπάλου.
Ἠλλοιώθην τό πνεῦμα, ἐνεκρώθην τό σῶμα ταῖς πρός τό χεῖρον ροπαῖς· ἀλλ’ ἄνωθεν μοί προσχες, καί ἴδέ μου τήν θλίψην, καί τῶν πόνων τά δάκρυα, καί ὀρεξόν μοί σεμνή, σωτηριώδη χείρα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νοσημάτων παντοίων, παθημάτων ποικίλων καί πειρασμῶν χαλεπῶν, δαιμόνων ἐπηρείας, ἀνθρώπων πονηρίας, κακοτρόπων ἁπάλλαξον, τούς προσιόντας θερμῶς, Εἰρήνη τῇ σῇ σκέπη.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἡ Πανάμωμος Κόρη, ἡ τεκοῦσα τόν Κτίστην καί Ποιητήν τοῦ παντός, ἐκ μώμου ἐγκλημάτων, καί σπίλων ἁμαρτάδων, τήν ψυχήν μου καθάρισον, ἴνα ὑμνῶ σέ ἀεί, τήν Κεχαριτωμένην.

Ὠδή ἡ΄ . Τόν Βασιλέα.

Γαλήνην Μῆτερ, τοῖς ἐν θαλάσσῃ τοῦ βίου, κινδυνεύουσιν ἑξαίτει οὐρανόθεν, τούτους κυβερνώσα, πρός ὅρμον σωτηρίας.
Ἐκ τῶν σκανδάλων, καί συστροφῶν ὀλεθρίων, περιφρούρησον ἠμῶν τήν πολιτείαν, ταῖς τῆς ὁμονοίας βάρεσι μακριά.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ρερυπωμένον, τή κοινωνία τοῦ μίσους, ἀποκάθαρον τόν νοῦν μου πανολβία, τῆς φιλαδελφίας, καθαρτική ἀρδεία.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγιωσύνης, περιφανέστατε οἶκε, καθαγίασον ἠμῶν τάς διανοίας, τή σῆ παραμηθεία, Παρθένε Παναγία.

Ὠδή θ΄ . Κυρίως Θεοτόκον.

Συνδέσμω τῆς ἀγάπης, συνδεσον Ὁσία, τούς ἐκλυθέντας ἀπάτη τῆς μήνιδος, τήν ἀπ’ ἀλλήλων διάστασιν διατέμνουσα.
Ἰάσεων χειμάρρουν, βλύζουσα Ὁσία, ψυχῶν ὁμοῦ καί σωμάτων τά τραύματα, ἀποκαθαίρεις δυνάμει τοῦ Θείου Πνεύματος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μανίας τοῦ δολίου, ἀτρώτους διατήρει, τούς προσιόντας Εἰρήνη τή σκέπη σου, πρός τήν ὁδόν τῆς εἰρήνης ἠμάςευθυνουσα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπάρχουσα λυχνία, φωτοειδεστάτη τοῦ Πατρικοῦ ἀπαυγάσματος Δέσποινα, τό νοερόν τῆς ψυχῆς μου ὄμμα καταύγασον. – Παράκληση Αγίας Ειρήνης Χρυσοβαλάντου

Τό Ἄξιον ἐστιν καί τά Μεγαλυνάρια.

Τῶν παρθένων στίφη καί Μοναστῶν ἄσμασιν ἐνθέοις, εὐφημήσωμεν εὐλαβῶς, τῆς Χρυσοβαλάντου, Μονῆς, τήν Ἡγουμένην, Εἰρήνην τῶν θαυμάτων πηγήν ἀκένωτον.
Τῆς Καππαδοκίας ἄνθος τερπνόν, καί Χρυσοβαλάντου, πολιοῦχος καί ὁδηγός τή σή πολιτεία, ἐδείχθης τρισολβία, Εἰρήνη Ἐκκλησίας, λαμπάς θεοφωτός.
Τό τοῦ σώματός σου κάλλος σεμνή, τῆς ψυχῆς ἐδήλου, τό ὡραῖον καί εὐανθοῦν• ὅθεν τῶν ἠθῶν σου, ὁ Κύριος ἠράσθη, καί ἄφθορον σέ νύμφην αὐτῶ ἠγάγετο.
Λαμποῦσαν ἁγνείας σέ τῷ φωτί, κατιδών Ὁσία, ὡς λυχνίαν φωτοειδή, τήν σήν προθεσπίζει, οἰκείωσιν τῷ Λόγω, Προφητικῶς ὁ Μέγας Ἰωαννίκιος.
Χαίροις τῶν παρθένων ἡ καλλονή, καί Χρυσοβαλάντου, νυμφοστόλος θεοειδῆς, τῶν Μοναζουσῶν τέ, κανών ἐν ἐγκρατεία, Εἰρήνη μακαρία, Ἀγγέλων σύσκηνε.
Χαίροις τῆς εἰρήνης μυσταγωγός, καί μνησικακίας, ἀναιρέτις ἡ κραταιά• σύ γάρ τῶν σκανδάλων, ἐκτρέπεις τήν μανίαν, ἠμᾶς ἐν ὁμονοία στερρῶς συνέχουσα.
Τῆς Καππαδοκίας τήν καλλονήν, καί Χρυσοβαλάντου, ὁδηγίαν τήν ἀσφαλῆ, τήν στηλογραφίαν, εἰρήνης οὐρανίου, Εἰρήνην τήν Ὁσίαν, ὕμνοις τιμήσωμεν.
Ρύου πολυτρόπων ἐκ συμφορῶν, καί ἀρρωστημάτων, καί κινδύνων ψυχοβλαβῶν, τούς ἐν εὐλαβεία, θερμῶς ἑξαιτουμένους, Εἰρήνη θεοφόρε, τήν προστασίαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ. – Παράκληση Αγίας Ειρήνης Χρυσοβαλάντου

Καί τά ἀκόλουθα τροπάρια.

Ἦχος πλ. β΄ .
Ἐλέησον ἠμᾶς Κύριε, ἐλέησον ἠμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοί τήν ἱκεσίαν, ὡς Δεσπότη οἱ ἁμαρτωλοί προσφέρομεν· ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κύριε ἐλέησον ἠμᾶς· ἐπί σοῖ γάρ πεποίθαμεν· μή ὀργισθῆς ἠμίν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἠμῶν· ἀλλ’ ἐπιβλεψον καί νῦν ὡς εὔσπλαχνος, καί λύτρωσε ἠμᾶς, ἐν τῶν ἀνομιῶν ἠμῶν· σύ γάρ εἰ Θεός ἠμῶν, καί ἠμεῖς λαός σου· πάντες ἔργα τῶν χειρῶν σου, καί τό ὀνομά σου ἐπικεκλήμεθα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τήν πύλην, ἀνοιξον ἠμίν, Εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ μή ἀστοχήσωμεν. Ρυσθείημεν διά σου τῶν περιστάσεων· σύ γάρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἴτα ἐκτενής παρά τοῦ Ἱερέως καί ἀπόλυσις, μεθ’ ἤν τά ἑξῆς.

Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστασία εὐμενής, καί καταφυγή ἐν ἀναγκαις, Ὁσία πέλουσα, πάντας ἀπολύτρωσαι, πάσης κακώσεως, πειρασμῶν τέ καί θλίψεων, καί σθενημάτων, πρός εἰρήνην ἔνθεον, ἠμᾶς ἰθύνουσα, ὅπως ἐν συμπνοία συζῶντες, φθάσωμεν Εἰρήνη εἰς μέτρον, τῆς πεποθημένης καταπαύσεως.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ἦχος ἅ’.
Τή πρεσβεία, Κύριε, πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἠμίν καί ἐλέησον ἠμᾶς ὡς μόνος οἰκτίρμων.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δίστιχον
Δέησιν ψυχῆς Μῆτερ Εἰρήνη δέξαι
Ἥν σοί Γεράσιμος θερμῶς ἀνακράζει.

Χειροποίητη εικόνα Αγίας Ειρήνης της Χρυσοβαλάντου με χρύσωμα

Βρείτε την εδώ


Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις...

ΕΝΗΜΕΡΩΤΙΚΟ ΔΕΛΤΙΟ
Back to top button