ΠαναγίαΠροσευχές

Παναγία Φοβερά Προστασία – Παράκληση

Ψυχικάς αρρωστίας, Φοβερά Προστασία, όλως θεράπευσον, την μετανοίας φέγγει είς νομάς σωτηρίους, ασφαλώς ημάς πάντας οδήγησον, ίνα Σοι πόθω βοώμεν, «Χαίρε» Πανύμνητε...

Η Παράκληση στην Παναγία Φοβερά Προστασία διαβάζεται ώστε η Μητέρα μας Παναγία να βοηθάει, να φωτίζει και να ενδυναμώνει όλους μας ή σε κάθε άλλη περίσταση. Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον «Φοβερά Προστασίαν».

Παναγία Φοβερά Προστασία – Παράκληση

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Το Αγιορείτικο Θυμίαμα είναι αυθεντικό μοναστηριακό προϊόν. Φτιάχνεται με προσωπική φροντίδα & προσευχή από κελλιώτες μοναχούς.
Αγοράστε το μοναδικό Αγιορείτικο Μοσχοθυμίαμα εδώ.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Και ευθύς.

Θεός Κύριος και επέφανεν ημίν,ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α’. Εξομολογείσθε τώ Κυρίω, και επικαλείσθε τό όνομα τό άγιον αυτου.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, β’. Πάντα τά έθνη εκύκλωσάν με, και τώ ονόματι Κυρίου ημυνάμην αυτους,
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, γ’. Παρά Κυρίου εγένετο αύτη, και εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ
Της Παναχράντου τη Πανσέπτω Εικόνι, οι συνεχόμενοι δεινοίς τε και πόνοις, εν στεναγμοίς και δάκρυσι κραυγάζοντες πιστώς, πρόφθασον, βοήθησον Φοβερά Προστασία, αρωγός και στήριγμα των εις Σε προστρεχόντων, το έλεός Σου δείξον εφ’ ημάς, τους εκ καρδίας πιστώς μεγαλύνοντας.

Δόξα Πατρί…

Διαβάστε Επίσης

Απολυτίκιον. Ήχος δ’. Ταχύ προκατάλαβε.
Ο ένσαρκος άγγελος, των Προφητών ή κρηπίς, ο δεύτερος Πρόδρομος της Παρουσίας Χριστού, Ηλίας ο ένδοξος, άνωθεν καταπέμψας, Ελισσαίω την χάριν, νόσους αποδιώκει, και λεπρούς καθαρίζει διό και τοις τιμώσιν αυτόν βρύει ιάματα.

Και νύν και αεί…
Ου σιωπήσομεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν εως νυν ελευθέρους; ουκ αποστώμεν, Δέσποινα εκ σου,σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός Ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ.

Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Είτα ψάλλομεν τον Κανόνα.

Ωδή α΄. Ο Ειρμός. Ήχος πλ. δ΄
«Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν».

Τροπάρια.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Ώς θείων θησαύρισμα δωρεών, ασπαζόμεθα πάντες της Εικόνος Σου την Μορφήν, Φοβερά ημών Προστασία, ημίν την θείαν Σου δρόσον ανάβλυσον.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Αρωγής και ελέους τους ποταμούς, Φοβερά Προστασία, ούς εκχέει η Ση Εικών, χάρισε, ευσπάγχνως, ως δρόσον, τοις εν κινδύνοις προς Σε καταφεύγουσιν.

Δόξα Πατρί…
Κινδύνοις και θλίψεσι και δεινοίς θερμώς εκζητούμεν Προστασίαν την Φοβεράν, ίνα λυτρωθώμεν ταχέως και σεσωσμένοι το «Χαίρε» Σοι είπωμεν.

Και νύν…
Καταφύγιον μέγα Χριστιανών, υπάρχει, Παρθένε, η Εικών Σου η Ιερά, Φοβερά ημών Προστασία, τους αοράτους εχθρούς εκδιώκουσα. – Παναγία Φοβερά Προστασία Παράκληση

Ωδή γ΄. Ο Ειρμός.

«Ουρανίας αψίδος οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη σή, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε».

Τροπάρια.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Τοις δεινώς τρυχομένοις καταφυγή γέγονας, όθεν δυσωπούμεν, Παρθένε, Θεοχορίτωτε, την Προστασίαν Σου, την Φοβεράν και γλυκειάν, δίδου τοις Σοι κράζουσι και καταφεύγουσιν.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Χριστιανών αι χορείαι, ως θησαυρόν, έχουσιν την αστραπηφόρον Εικόνα της Θεομήτορος και ως κραυγάζωσιν, ω Φοβερά Προστασία, σπεύδεις εις βοήθειαν και απολύτρωσιν.

Δόξα Πατρί…
Πολυτίμητον Μάννα, ώς αληθώς, γέγονεν και Κρήνη η σταλάζουσα δρόσον σε ανυμνούσι Σε η Ιερά Σου Εικών, της Φοβεράς Προστασίας, των πιστών το καύχημα και αγαλλίαμα.

Και νυν…
Υπερθαύμαστε, Κόρη, πάντων ημών άκουσον και τα πειρασμών τρικυμίας τάχιστα στόρεσον, ίνα βοώμέν Σοι, ω Φοβερά Προστασία, δέξαι, Μητροπάρθενε, ύμνους τώ κράτει σου.

Διάσωσον, ω Φοβερά Προστασία, συμφορών και κινδύνων Σους δούλους, τους ασπαζόμενους πίστει την Σην Εικόνα.

Επίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Και μνημονεύει ο Ιερεύς – Παναγία Φοβερά Προστασία Παράκληση

Κύριε Ελέησον (12 φορές)

Κάθισμα. Ήχος β΄. Τα άνω ζητών…
Προστασία Φοβερά και ακαταίσχυντος των αδυνάτων ισχύς και τείχος και στερέωμα, εκτενώς βοωμέν Σοι, Θεοτόκε, πάσι χορήγησον, τας εκ της Σης Εικόνος δωρεάς, τοις πίστει και πόθω προσιούσί Σοι.

Ωδή δ΄ Ο Ειρμος.
«Εισακήκοα Κύριε, της οικονομίας σου το μυστήριον, κατενόησα τα έργα σου, και εδόξασά σου την Θεότητα».

Τροπάρια
Υπεραγία Θεοτόκε σώσον ημάς.
Των παθών το κλυδώνιον και της αθυμίας την ζάλην σκέδασον και ευσπλάγχνω Σου προσβλέμματι πλήρωσον χαράς τους ευφημουντάς Σε.

Υπεραγία Θεοτόκε σώσον ημάς.
Φοβερά Προστασία μου, αναβλύζεις νάματα ιλαρότητος, τας οδύνας θεραπεύοντα και τα σκότη τάχος καταυγάζοντα.

Δόξα Πάτρι…
Η ελπίς και το καύχημα η καταφυγή και αντίληψις, Προστασία και παράκλησις, Συ υπάρχεις, Κόρη, Παναμώμητε.

Και νυν…
Ταις χερσί Σου κατέχουσα, Νήπιον τον Κύριον και Θεόν ημών, εκτενώς, Αυτόν ικέτευε, όπως των βασάνων λυτρωθείημεν.

Ωδή ε΄. Ο Ειρμός.

Φώτισον ημάς, τοις προστάγμασί σου, Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην, παράσχου ημίν φιλάνθρωπε.

Τροπάρια
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Άπαντα εχθρόν, ορατό ντε και αοόρατον, Παναγία Μητροπάρθενε, Αγνή, τη Φοβερά Σου Προστασία εξαφάνισον.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Βλύσον γλυκασμόν, ταις ψυχαίς των ανυμνούντων Σε, εκ την Θείας Σου Εικόνος, μυστικώς, ήν ορώντες, εκ καρδίας, ασπαζόμεθα.

Δόξα Πατρί…
Ίδε συμπαθώς, τους κυκλούντας την Εικόνα Σου και την ρώσιν εκζητούντάς Σοι θερμώς, στεναγμοίς ανεκλάλήτοις τε και δάκρυσιν.

Και νυν…
Έχει ο λαός της Φωδίκος την Εικόνα Σου, ως Προστάτην, τείχος, σκέπην και φρουρόν, δια τούτο πάντες μέγα αγαλλόμεθα. – Παναγία Φοβερά Προστασία Παράκληση

Ωδή σ΄. Ο Ειρμός.

Την δέησιν εκχέω προς Κύριον, και αυτώ απαγγελώ μου τα θλίψεις ότι κακών, η ψυχή μου επλήσθη, και η ζωή μου τω άδη προσήγγισε. Και δέομαι ως Ιωνάς. Εκ φθοράς ο Θεός με ανάγαγε.

Τροπάρια
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Τους μώλωπας της ψυχής ιατρεύεις των πιστώς Σε, Κόρη, προσκυνούντων και την Σήν Χάριν, θερμώς εκζητούντων, νυχθημερόν τε προς Σε δεομένων Σου, τον Κύριόν Σου και Υιόν, υπέρ πάντων απαύστως ικέτευε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Κατάσβεσον, Φοβερά Προστασία, δροσισμώ Σου, την πυράν αλγηδόνων και τοις πιστοίς την Σην χάριν χορήγει, ίνα προς Σε καταφεύγωμεν άπαντες, εν πόνοις τε και πειρασμοίς, εκζητούντες θερμώς Σήν αντίληψιν.

Δόξα Πατρί…
Φέγγει, Φοβερά Προστασία, η Εικών Σου υπέρ Ήλιον πάσι, ήν προσκυνούντες ψυχής κατανύξει, αναβοώμεν, προς Σε

Και νύν…

Απάλλαξον, Φοβερά Προστασία, τους Σούς δούλους πειρασμών και κινδύνων και την πικρίαν δεινών νοσημάτων, εις γλυκασμόν ευμενώς μεταποίησον, ίνα Σήν Χάριν, εν χαράκι α εν ύμνοις λαμπρώς μεγαλύνωμεν.

Διάσωσον, ώ Φοβερά Προστασία, συμφορών και κινδύνων Σούς δούλους, τους ασπαζόμενους πίστει την Σήν Εικόνα. Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ο Ιερεύς μνημονεύει ως δεδήλωται.
Κύριε Ελέησον (12 φορές)

Κοντάκιον. Ήχος β΄. Τοις των αιμώατων Σου…

Της Φοβεράς Προστασίας την Εικόνα δεύτε πιστοί, ευλαβώς προσκυνήσωμεν, αναβλύζει γάρ δρόσον ουράνιον και ρώσιν νέμει κραταιάν τοις πίστει Αυτή καταφεύγουσιν.

Και ευθύς το Προκείμενον.
Μνησθήσομαι του ονόματός σου έν πάση γενεά και γενεά. (δις).

Στιχ. Άκουσον θύγατερ, και ίδε και κλίνον το ούς σου, και επιλάθου του λαού σου και του οίκου του πατρός σου και επιθυμήσει ο Βασιλεύς του κάλλους σου.

Μνησθήσομαι του ονόματός σου έν πάση γενεά και γενεά.

ΕΥΑΓΓΕΛΙΟΝ Εκ του κατά Λουκάν. Κεφ. Α’ 39-49 και 56.

Εν ταίς ημέραις εκείναις, αναστάσα Μαριάμ επορεύθη εις την ορεινήν μετά σπουδής εις πόλιν Ιούδα και εισήλθεν εις τόν οίκον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. Και εγένετο, ως ήκουσεν η Ελισάβετ τόν ασπασμόν τής Μαρίας, εσκίρτησε τό βρέφος εν τή κοιλία αυτής και επλήσθη Πνεύματος αγίου η Ελισάβετ και ανεφώνησε φωνή μεγάλη και είπεν, Ευλογημένη σύ εν γυναιξί και ευλογημένος ο καρπός τής κοιλίας σου.

Και πόθεν μοι τουτο, ίνα έλθη η μήτηρ του Κυρίου μου πρός με; Ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τά ώτά μου, εσκίρτησε τό βρέφος εν αγαλλιάσει εν τή κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοίς λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τόν Κύριον και ηγαλλίασε το πvεύμα μου επί τώ Θεώ τώ σωτήρι μου, ότι επέβλεψεν επί τήv ταπείvωσιν τής δούλης αυτου. Ιδού γάρ από του νύv μακαριούσί με πάσαι αι γεvεαί. Ότι εποίησέ μοι μεγαλεία ο Δυvατός και άγιοv τό όvομα αυτου. Έμεινε δέ Μαριάμ σύv αυτή ωσεί μήvας τρείς και υπέστρεψεν εις τόν οίκοv αυτής.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ήχος β’.
Δόξα Πατρί…
Πάτερ, Λόγε, Πνεύμα, Τριάς η έν Μονάδι, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νύν…
Ταις της Φοβεράς Προστασίας ικεσίαις εξάλειψον, Σωτήρ μου, τας εμάς αμαρτίας.

Στιχ. Ελέησόν με ο Θεός, κατά το μέγα ελεος σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Ήχος πλ. β΄. Όλην αποθέμενοι.

Θησαυρός αδάπανος και μη κενούμενος, Κόρη, η Εικών Σου δείκινυται, η Πανυπερσέβαστος, Πολυΰμνητε κλήσιν δε ουράνιον, Αγγέλοις τε αιδέσιμον, η Εικών Σου φέρει, Δέσποινα, δι΄ ής εκβοωμέν Σοι, Χάριν εξ Αυτής ημίν δώρησαι, σκεδάζουσα τον κλύδωνα, νόσων τε και πόνων και θλίψεων. εύσπλαγχνος γάρ πέλεις και πλήρης συμπαθείας μητρικής, τοις ανυμνούσί Σε, Δέσποινα, ως Θεού λοχεύτριαν.

Ο Ιερεύς: Σώσον ο Θεός των λαόν Σου… Κύριε ελέησον (ιβ΄)

Ωδή ζ΄. Ο Ειρμός.
Οι εκ της Ιουδαίας, καταντήσαντες παίδες εν Βαβυλώνι ποτέ, τη πίστει της Τριάδος, την φλόγα της καμίνου, κατεπάτησαν ψάλλοντες. Ο των Πατέρων ημών, Θεός ευλογητός ει.

Τροπάρια
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Εθαυμάστωσας όντως, την Εικόνα Σου, Κόρη, της θεϊκής Σου Μορφής, ή πίστει εκβοώμεν, Φοβερά Προστασία, Σύ ημάς πρόφθασον, οδήγησον Σύ ασφαλώς, είς λιμένας του Θείου Θελήματος.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Γαληνόμορφος όντως και χαριτόβρυτος πάνυ η Ιερά Σου Εικών οράται, Θεομήτορ, και ως οικτίρμων πάντας, τη Φοβερά Προστασία Σου στήριξον, τους θεωρούντάς Σε πιστώς του ελέους το άπειρον πέλαγος.

Δόξα Πατρί…
Θεϊκού νυν ελέους, δια Σου προσδοκώντες τεύξασθαι Πάναγνε, φωνάς δε των Σων δούλων δέχου και χορήγει λύτωσιν, Χάριν και έλεος άφθονον, ώ Φοβερά Προστασία, σώσαι τους κάμνοντας.

Και νύν…
Ψυχικάς αρρωστίας, Φοβερά Προστασία, όλως θεράπευσον, την μετανοίας φέγγει είς νομάς σωτηρίους, ασφαλώς ημάς πάντας οδήγησον, ίνα Σοι πόθω βοώμεν, «Χαίρε» Πανύμνητε.

Ωδή η΄. Ο Ειρμός.

Τον Βασιλέα των Ουρανών, όν υμνούσι, στρατιαί των Αγγέλων, υμνείτε και υπερυψούτε, εις πάντας τους αιώνας.

Τροπάρια.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Τας αλγηδόνας των ψυχών, τις δυνήση, διαλύειν ευκόλως, ώ Παρθένε, ει μη φθάση τάχυ η Θεία Σου πρεσβεία.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Τας αθυμίας, ώ Γοβερά Προστασία, μεταβάλλεις είς χαράν και γαλήνην, η χαράν διδούσα πιστοίς και σωτηρίαν.

Δόξα Πατρί…
Φοβερά Προστασία, οι εν κινδύνοις και πόνοις την Αγίαν Σου ευρόντες Εικόνα, τείχος και λιμένα, ύμνοις δοξολογούμεν.

Και νύν…
Περικυκλούντες της Παναγίας Μορφής Σου το Εκτύπωμα και πόθω βοώμεν, ίλεως, Παρθένε, γενού τοις Σοίς ικέταις. – Παναγία Φοβερά Προστασία Παράκληση

Ωδή θ΄. Ο Ειρμός.

Κυρίως Θεοτόκον, σε ομολογούμεν οι διά σου σεσωσμένοι, Παρθένε αγνή, σύν Ασωμάτοις χορείαις, σε μεγαλύνοντες.

Τροπάρια
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Οικτήρισον, Παρθένε, Σους θερμούς εκέτας και πειρασμών και παθών ελευθέρωσον, εκ των ψυχών τας οδύνας εξαφανίζουσα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Υμνούμεν Σε, Παρθένε, Κεχαριτωμένη, και ευλαβώς την Εικόνα Σου σέβομεν, δεόμενοι προς σε θερμώς, μη εάσης τους δούλους σου πώποτε.

Δόξα Πατρί…
Θεόν, τον Ευεργέτην, αγκάλαις Σαις κρατούσα, Αυτόν απαύστως ικέτευε, Δέσποινα, νέμουσα πάσι, τοις πιστοίς, Φοβεράν Προστασίαν και έλεος.

Και νυν…
Αγάπην, ευσπλαγχνίαν, εκ της σεπτής Εικόνος της Φοβεράς Προστασίας, ανάβλυσον, καταδροσίζουσα πάντας, τους προσκυνούντάς Σε.

Και ευθύς το

Άξιον έστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.

Την Τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν. την όντων Θεοτόκον σε μεγαλύνομεν.

Έχει Σην Εικόνα, την Ιεράν, του Κουτλουμουσίου η έν Άθω σεπτή Μονή, Φοβερά του κόσμου και Θεία Προστασία, καταφυγή γλυκειά και μέγα στήριγμα.

Κράζουσι χορείαις Χριστιανών, Κεχαριτωμένη, Προστασία η Φοβερά, θλίψεων παντοίων, κινδύνων, πειρασμ΄ν και νόσων ανιάτων λύτρωσιν δώρησαι.

Πρέσβευε, απαύστως, τω Σω Υιώ, Γένους Προστασία Ορθοδόξων η Φοβέρα, ίνα επηρείας ρυώμεθα και βλάβης εχθρών, οι προσιόντες τη αντιλήψει Σου.

Η σεπτή Εικών Σου, Μήτερ Θεού, όντως κεκλημένη, Προστασία η Φοβερά, τους ασπαζόμενους, Αυτή πληροί ισχύος και θάρρους αντικρούσαι τον παναλάστορα.

Πάντας προστατεύεις, ως αληθώς, σέβοντας σε Κόρη και φιλούντας, την Σήν μορφής, τους εγγύς και πόρρω, ως Φοβερά τω όντι και Θεία Προστασία των ανυμνούντων Σε.

Πάσαι των Αγγέλων αι στατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς, οι άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν είς το σωθήναι ημάς.

Άγιος ο θεός (τρις)
Δόξα και νύν… Παναγία Τριάς…
Δόξα και νύν… Πάτερ ημών ο έν τοις ουρανοίς…
Δι΄ ευχών των αγίων Πατέρων ημών…
Απολυτίκιον

Ήχος πλ. α΄. Τον συνάναρχον Λόγον…

Αρραγές περιτείχισμα των προσφύγων Σου, εμπεριστάτων αγκάλη και αδυνάτων ισχύς, Προστασία Φοβερά της Ομηγύρεως των χριστονύμων και θερμή, των εν δίναις αρωγός υπάρχουσα, Θεοτόκε, ως ευσυμπάθητος κλίνον τοις Σε τιμώσιν ούς ευήκοον. – Παναγία Φοβερά Προστασία Παράκληση

Έτερον
Ήχος α΄. Του λίθου σφραγισθέντος…
Μονή Κουτλουμουσίου την Αγίαν Εικόνα Σου, Φοβερά Προστασία, κεκτημένη αγάλλεται. ως δρόσος γάρ εκ ταύτης μυστική η Χάρις Σου προέρχεται αεί και ευφραίνει τας καρδίας και τας ψυχάς, Παρθένε, των βοώντων Σοι. δόξα τη Προστασία Σου, Αγνή, δόξα τη αντιλήψει Σου, δόξα τη προς ημάς Σου προμήθεια, Άχραντε.

Προσόμοιον. Ήχος β΄. Ότε εκ του ξύλου…
Δεύτε την Εικόνα την σεπτήν, ευλαβώς, πιστώς τε και πόθω, αγαλλομένη ψυχή, της Θεογεννήτριας νυν προσκυνήσωμεν και θερμώς εκβοήσωμεν, Φοβερά Προστασία, Χάριν Σου την ένθεον ημίν χορήγησον, Συ γαρ ελευθέρωσον πάντας, Μητρικαίς πρεσβείαις χρωμένη, προς Θεόν Υιόν Σου τε και Κύριον.

Ήχος πλ. δ΄.
Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων Σου και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Ήχος β’.
Την πάσαν ελπίδα μου εις Σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον ημάς υπό την σκέπην Σου.

Ο Ιερεύς.
Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον και σώσον ημάς. Αμήν.

Μία μοναδική συλλογή Παρακλητικών Κανόνων που έλειπε μέχρι σήμερα, πολλοί από τους Παρακλητικούς Κανόνες είτε δημοσιεύονται για πρώτη φορά, και μάλιστα ολοκληρωμένοι, είτε είναι σπάνιοι και άγνωστοι.

Θησαυρός Παρακλητικών Κανόνων


Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις...

ΕΝΗΜΕΡΩΤΙΚΟ ΔΕΛΤΙΟ
Back to top button