Προσευχές

Προσευχή του Πάσχα

Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος.

Η Προσευχή του Πάσχα λέγεται καθημερινά από την Κυριακή του Πάσχα μέχρι την παραμονή της Αναλήψεως του Κυρίου, δηλαδή για 40 μέρες.

Προσευχή του Πάσχα

Χριστός ανέστη εκ νεκρών,
θανάτω θάνατον πατήσας
και τοις εν τοις μνήμασι
ζωήν χαρισάμενος.

Ανάστασιν Χριστού θεασάμενοι,
προσκυνήσωμεν Άγιον, Κύριον, Ιησούν,
τον μόνον αναμάρτητον.

Τον Σταυρό σου Χριστέ, προσκυνούμεν
και την αγίαν σου Ανάστασιν υμνούμεν και δοξάζομεν
συ γαρ ει Θεός ημών,
εκτός σου άλλον ουκ οίδαμεν,
το όνομά σου ονομάζομεν.

Δεύτε πάντες οι πιστοί
προσκυνήσωμεν την του Χριστού αγίαν Ανάστασιν
ιδού γαρ ήλθε διά του Σταυρού
χαρά εν όλω τω κόσμω.

Διά παντός ευλογούντες τον Κύριον,
υμνούμεν την Ανάστασιν αυτού
Σταυρόν γαρ υπομείνας δι’ ημάς,
θανάτω θάνατον ώλεσεν.

Αναστάς ο Ιησούς από του τάφου
καθώς προείπεν,
έδωκεν ημίν την αιώνιον ζωήν
και μέγα έλεος.

Αμήν.

Διαβάστε Επίσης

Αναστάσιμοι Ύμνοι

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

Μεγάλυνον ψυχή μου τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς τὸ καινὸν πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ ἅδης ἐσκυλεύθη.

Ὧ θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς, μεθ’ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.

Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Ὧ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.

Ὁ Ἄγγελος ἐβόα τὴ κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Κύριε εισάκουσον της προσευχής μου…

Καθημερινό Προσευχητάριον που περιέχει: Ακολουθίες της Ορθοδόξου Εκκλησίας μας, επιλογή πρωινών και βραδινών προσευχών, καθώς επίσης και ειδικές προσευχές για διάφορες περιστάσεις επιλεγμένες με επιμέλεια.

ΒΡΕΙΤΕ ΤΟ ΕΔΩ


Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις...

ΕΝΗΜΕΡΩΤΙΚΟ ΔΕΛΤΙΟ
Back to top button