Προσευχή για την Ελλάδα – Για να φωτίσει ο Θεός τους ανθρώπους, που δημιουργούν θέματα στο έθνος και αναστατώνουν τον λαό και τον ταλαιπωρούν με ακαταστασίες και φαγωμάρες. Για να μας στηρίζει ο Κύριος στις δύσκολες στιγμές.
Προσευχή για την Ελλάδα (Αγίου Αρσενίου του Καππαδόκου)
Λέγεται το Τρισάγιο πριν την προσευχή για την Ελλάδα
Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοί ο Θεός ημών, δόξα σοί.
Βασιλεύ ουράνιε, παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τας ψυχάς ημών.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρεις φορές)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τας ανομίας ημίν. Άγιε, επισκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανό και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από του πονηρού.
(Ψαλμός 93)
Προσευχή για την Ελλάδα
Θεός ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. 2 ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. 3 ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, 4 φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; 5 τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν, 6 χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν 7 καὶ εἶπαν· οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ ᾿Ιακώβ. 8 σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ· καί, μωροί, ποτὲ φρονήσατε. 9 ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ; 10 ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει; ὁ διδάσκων ἄνθρωπον γνῶσιν; 11 Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶ μάταιοι. 12 μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν 13 τοῦ πραΰναι αὐτὸν ἀφ᾿ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
14 ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, 15 ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. (διάψαλμα). 16 τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; 17 εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. 18 εἰ ἔλεγον· σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. 19 Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. 20 μὴ συμπροσέστω σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. 21 θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται. 22 καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου· 23 καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα, δόξα Σοι ο Θεός. (τρίς)
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Άξιον εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.
Θεοτοκίον (Προσευχή για την Ελλάδα)
Υπό την σην ευσπλαχνίαν καταφεύγομεν, Θεοτόκε, τας ημών ικεσίας, μη παρίδης εν περιστάσει, αλλ’ εκ κινδύνων λύτρωσαι ημάς, μόνη Αγνή, μόνη ευλογημένη.
Απολυτίκιον Ήχος γ’. Θείας πίστεως. Αγίου Αρσενίου του Καππαδόκου
Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, Ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ ’Οσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Δέσποινα προσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.
Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου.
Δί’ ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.