Προσευχές

Προσευχή εις το Άγιον Πνεύμα – Πατριάρχης Νεόφυτος

Εὐλογοῦμεν σέ ὅτι ἔκ σού ἔστιν ἠμίν κατανοεῖν κάλλος οὐρανοῦ, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων εὐκοσμίαν καί τήν ἐν τούτοις πάσιν εὐαρμοστίαν τέ καί διάφορον κίνησιν...

Προσευχή εις το Άγιον Πνεύμα για προστασία, φώτιση, έλεος, ενδυνάμωση και στήριξη. Εὐλογοῦμεν σέ ὅτι ἔκ σού ἔστιν ἠμίν κατανοεῖν κάλλος οὐρανοῦ, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων εὐκοσμίαν καί τήν ἐν τούτοις πάσιν εὐαρμοστίαν τέ καί διάφορον κίνησιν…

Προσευχή εις το Άγιον Πνεύμα

Ἔλθε τό πάνσεπτον, τό παντουργόν, τό παντοκρατές Πνεῦμα, τό παντεπίσκοπον, τό ὑπερσοφόν, τό ὑπερδύναμον, τό παντοδύναμον, τό ἀναλλοίωτον, τό ἄτρεπτον, τό ἀπερίγραπτον, τό ἀκατανόητον, τό ἀνεξιχνίαστον, τό ἀπειροδύναμον, τό ἀπειρόδωρον, τό ἀπειράγαθον, τό πληρωτικόν παντός κόσμου κατά τήν οὐσίαν, ἀχώρητον δέ τῷ παντί κατά τήν δύναμιν, ἡ αὐτοζωή καί ἡ πηγή τῆς ζωῆς, ἡ αὐτοσοφία καί πηγή τῆς δυνάμεως, ὁ πανάγαθος καί πανοικτίρμων Θεός.

Το Αγιορείτικο Θυμίαμα είναι αυθεντικό μοναστηριακό προϊόν. Φτιάχνεται με προσωπική φροντίδα & προσευχή από κελλιώτες μοναχούς.
Αγοράστε το μοναδικό Αγιορείτικο Μοσχοθυμίαμα εδώ.

Ἔλθε πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθής σοφία.

Ἔλθε ὁ μόνος πρός μόνον, ὅτι μόνος εἰμί ὡς ὁρᾶς. Ἔλθε καί σκήνωσον ἐν ἐμοί καί καθάρισον μέ ἀπό πάσης προσβολῆς καί ἐπιβολῆς τοῦ ἀντικειμένου.

Εὐλογοῦμεν σέ, Παμβασιλεύ ὑπεράγαθε, ὅτι παρά σου ἔστιν ἐν ἠμίν τό εἶναι, τό ἀναπνεῖν, τό φρονεῖν, τό γιγνώσκειν Θεόν, σέ τό πανάγιον Πνεῦμα, καί τόν ἄναρχον Πατέρα, καί τόν μονογενῆ τούτου Υἱόν.

Εὐλογοῦμεν σέ ὅτι ἔκ σού ἔστιν ἠμίν κατανοεῖν κάλλος οὐρανοῦ, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων εὐκοσμίαν καί τήν ἐν τούτοις πάσιν εὐαρμοστίαν τέ καί διάφορον κίνησιν.

Εὐλογοῦμεν σέ, ὅτι ἔκ σού ἔστιν ἠμίν κατανοεῖν ὡρῶν ἐναλλαγήν, μεταβολᾶς καιρῶν, ἀλλοιώσεις ἀνέμων, ἐνιαυτῶν περιόδους.

Εὐχαριστοῦμεν σοί, ὅτι ἔκ σού ἔστιν ἠμίν βασιλείαν οὐρανῶν ἐλπίζειν, Ἀγγέλων ἰσοτιμίαν, δόξης θεωρίαν, νῦν μέν ὡς ἐν ἐσόπτροις τέ καί αἰνίγμασι, μετ’ οὗ πολύ δέ τήν τελειοτέραν τέ καί καθαροτέραν.

Εὐχαριστοῦμεν σοί, ὅτι Σύ παρέχεις ἠμίν γεωργίας, τροφᾶς, τέχνας, νόμους, ἕξεις, ἀρετᾶς, παιδείας.

Διαβάστε Επίσης

Ποία γλώσσα λαλήσει, Δέσποτα, τά μεγαλεία Σου, τά ὑπέρ λόγον καί ἔννοιαν μεγάλα καί θαυμαστά;

Σύ γάρ καθαρότητος καί ἁγιότητος ἀένναος πηγή καί ἀκένωτος.

Σοφίας τέ καί δυνάμεως ὑπερπληθύς ἄβυσσος ἄπειρος τέ καί ἀκατάληπτος, ζωῆς τέ καί ἀθανασίας ἀμέτρητον τέ καί ἀπεριόριστον πέλαγος, γνώσεως καί συνέσεως ἀκένωτος καί ἀμείωτος θησαυρός, ἀγαθωσύνης καί εὐσπλαγχνίας παγκόσμιον καί ἀκένωτον ταμεῖον καί ἀδαπάνητον…

Πατριάρχης Νεόφυτος


Η Ακολουθία και ο Παρακλητικός Κανών του Αγίου και Δικαίου Συμεών του Θεοδόχου. Έκδοσις δίχρωμος με μεγάλα γράμματα.

Ακολουθία & Παρακλητικός Κανών


Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις...

ΕΝΗΜΕΡΩΤΙΚΟ ΔΕΛΤΙΟ
Back to top button