ΠαναγίαΠροσευχές

Παρακλητικός Κανών στην Παναγία Παντάνασσα

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν...

Παρακλητικός Κανών στην Παναγία Παντάνασσα. Διαβάστε παρακάτω τον παρακλητικό Κανών εις την Υπεραγία Θεοτόκο. Θεράπευσον, Παναγία μου, της ψυχής μου τα τραύματα. Υπεραγία Θεοτόκε, σώσον ημάς. Θεοτόκον κυρίως, οἱ τιμῶντες σέ Κόρη, ἀεί σωζόμεθα, ρυόμενοι πταισμάτων…

Παρακλητικός Κανών στην Παναγία Παντάνασσα

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Το Αγιορείτικο Θυμίαμα είναι αυθεντικό μοναστηριακό προϊόν. Φτιάχνεται με προσωπική φροντίδα & προσευχή από κελλιώτες μοναχούς.
Αγοράστε το μοναδικό Αγιορείτικο Μοσχοθυμίαμα εδώ.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν, ἐν μετανοία κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ’ ἠμίν σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα, ὑπό πλήθους πταισμάτων μή ἀποστρέψης σούς δούλους κενούς σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Εἰκών χαριτόβρυτέ της Παντανάσσης σεπτή, τούς πόθω τήν χάριν σου ἐπιζητοῦντας θερμῶς, περίσωζε Δέσποινα. Λύσον τάς περιστάσεις τῶν εἰς σέ προστρεχόντων, φρούρησον τήν σήν ποίμνην ἐκ παντοίων κινδύνων, τήν ἐπικαλουμένην ἀεί τήν σήν ἀντίληψιν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Παρακλητικός Κανών στην Παναγία Παντάνασσα

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ποικίλοις ὀχλούμενοι πειρασμοῖς, πρός σέ τάς ἐλπίδας ἐπιρρίπτομεν τοῦ Θεοῦ, τήν ἀείζωον μητέρα. τή μεσιτεία σου ρύσαι Παντάνασσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Παθῶν καί δαιμόνων αἵ προσβολαί, πάντοθεν κυκλούσι τήν σήν ποίμνην Μῆτερ Θεοῦ. ὡς πάντων κτισμάτων ὑπερτέρα, τή μεσιτεία σου ρύσαι Παντάνασσα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σωτῆρος καί πάντων Δημιουργοῦ, τοῦ Παμβασιλέως ὡς γεννήτρια ἀληθῶς, πάσι τοῖς προσφεύγουσιν ὑγείαν, τή μεσιτεία σου δίδου Παντάνασσα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντας τό σῶμα καί τήν ψυχήν, ἀρωγῆς ἁπάσης καί ἰάσεως ταχινῆς, ἀξίωσον πάντας Θεομῆτορ, τή μεσιτεία σου μόνη Παντάνασσα.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Προστασία σύ μόνη, πάντων πιστῶν πέφυκας. τή σή ἀκοιμήτω προνοία, δεινῶν ἁπάλλαξον, τῶν συνεχόντων ἠμᾶς. τόν Βασιλέα τεκοῦσα, ἔχεις γάρ τό δύνασθαι, μόνη Παντάνασσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἱκεσίαν προσδέχου, τῶν ταπεινῶν δούλων σου, τῶν ἐν ἀσθενείαις παντοίαις καί περιστάσεσι. σύ γάρ μεσίτρια πρός τόν Υἱόν σου Παρθένε. Σῶσον ταῖς πρεσβείαις σου, μόνη Παντάνασσα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐλεήμνα Λόγον, τόν τοῦ Θεοῦ τέτοκας, καί ἐλέους πηγήν σέ, πιστῶν ἀνέδειξε. νῦν οὔν ἐλέησον, τούς κακουμένους καί ρύσαι, πειρασμῶν καί θλίψεων, μόνη Παντάνασσα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Χαρισμάτων ταμεῖον, τοῦ παντουργοῦ Πνεύματος, σέ Θεογεννῆτορ Παρθένε, πάντες γινώσκομεν, καί σού δεόμεθα, τῶν συνεχόντων σκανδάλων, ρύσαι τή πρεσβεία σου μόνη Παντάνασσα.
Διασωσον ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος. – Παρακλητικός Κανών στην Παναγία Παντάνασσα

Αἴτησις καί τό Κάθισμα Ἦχος β΄. Τά ἄνω ζητῶν

Προφθάνεις ἀεί, τή σκέπη σου Παντάνασσα, καί σώζεις ἠμᾶς, ἐν νόσοις καί κακώσεσιν, ἐκτενῶς βοώντας σοί. Θεοτόκε Δέσποινα προφθασον, καί ἰαμάτων στάξον τούς κρουνούς, ἡ μόνη ταχέως θεραπεύουσα.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἐπακούεις Παντάνασσα, ἐπικαλουμένους τήν εὐσπλαγχνίαν σου, ἡ τόν εὔσπλαγχνον γεννήσασα, καί Σωτήρα πάντων τῶν τιμώντων σέ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τῶν μισούντων τήν ἕφοδον, ἡ τῆς σωτηρίας μόνη ἀντίληψις, καί ἐπίνοιαν μετάβαλε, καί εἰρήνην δώρησαι Παντάνασσα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θεραπεύουσαν τάχιστα, τῶν σῶν δούλων τά ἀσθενήματα, ἀναπέμπομεν ἐφύμνια, οἱ γινώσκοντες σέ, ὤ Παντάνασσα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οἱ ἐλπίδα καί στήριγμα, καί τῆς σωτηρίας βέβαιον ἔρεισμα, οἱ πλουτοῦντες σέ Παντάνασσα, ἀρρωστίας πάσης ἐκλυτρούμεθα.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Νέφη πειρασμῶν, περιέσχον μέ τόν δείλαιον, τήν σήν ἀντίληψιν παρασχου σεμνή, τῆς σωτηρίας, ἡ κυήσασα τόν πρόξενον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Λύτρωσε ἁγνή, περιστάσεων τούς δούλους σου, ἡ τόν Σωτήρα Χριστόν κυήσασα, καί τήν σωτηρίαν, τοῖς αἰτούσι σέ παρέχουσα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σβέσον τήν πυράν, τῶν παθῶν ἠμῶν Παντάνασσα, τῷ δροσισμῶ τῆς μεσιτείας σου, ἡ Φῶς τεκοῦσα, τοῦ Πατρός τόν ὁμοούσιον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἴασαι Ἁγνή, τῶν πιστῶν τά ἀρρωστήματα, τή συμπαθῆ ἐπιστασία σου, καί τήν ὑγείαν, πάσι δώρησαι πρεσβείαις σου.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Θανάτου, καί τῶν δεινῶν ἁπάλλαξον, τούς πιστῶς αἰτοῦντας σέ Παρθένε, καί τῶν ἐχθρῶν τάς ἑφόδους εἰς τέλος, ἐκ τῆς σῆς ποίμνης ἀφάνισον τάχιστα. Παντάνασσα πέλεις διό, καί ἰσχύεις ὡς Μήτηρ τοῦ Κτίστου σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Προστάτιν σέ, ταχινήν ἐπίσταμαι, καί σωτήριον ὄντως λιμένα, τῶν πειρασμῶν ἀπελαύνουσαν νέφη, καί ὀφλημάτων τήν λύσιν βραβεύουσαν, Παντάνασσα Μῆτερ Θεοῦ, ἀπεγνωσμένων ἡ μόνη ἀντίληψις.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐν πόνω, καί ἐν κακώσει βέβλημαι, καί οὐκ ἔστιν ἴασις τή σαρκί μου, ἀλλ’ ἡ τό λύτρον τοῦ σύμπαντος κόσμου, τόν Θεόν Λόγον ἡ μόνη κυήσασα, ἀναστησόν μέ τῶν δεινῶν, καί ὑγείαν παρασχου Παντάνασσα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὡς μόνην, τῆς σωτηρίας πρόξενον, καί κακῶν ἀπαλλαγήν σέ πλουτοῦντες, μετά πόθου σοί προσπίπτομεν Κόρη, καί τή προνοία σου λύσιν λαμβάνομεν, Παντάνασσα καί νῦν ἠμᾶς, ἐκ φθορᾶς καί κινδύνων ἁπάλλαξον.
Διασωσον, ἀπό κινδύνων, τούς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετά Θεόν, εἰς σέ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν

Σωτηρίας τῶν πιστῶν μόνη πρόξενος, καί μεσίτις πρός Θεόν ἡ ἀκοίμητος, μή παρίδης τῶν ἀσθενῶν βοώντων σοί φωνᾶς, ἀλλά λύτρωσαι ὡς συμπαθής, τῶν περιστάσεων ἠμᾶς, τούς πιστῶς δεομένους σου, βράβευσον θεραπείαν καί λύτρωσαι τῶν κινδύνων, ἡ προστατεύουσα ἀεί, Θεομῆτορ τούς ὑμνοῦντας σέ.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεά καί γενεά.
Στίχος: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ευαγγέλιον κατά Λουκάν (ι΄ 38-42, ια΄ 27-28).

Τῷ καιρῶ ἐκείνω, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά, γυνή δέ τίς, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτόν εἰς τόν οἶκον αὐτῆς. Καί τῆδε ἤν ἀδελφή, καλουμένη Μαρία, ἡ καί παρακαθήσασα παρά τούς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ δέ Μάρθα περιεσπάτο περί πολλήν διακονίαν, ἐπιστάσα δέ εἶπε, Κύριε, οὐ μέλει σοί, ὅτι ἡ ἀδελφή μου μόνην μέ κατέλιπε διακονεῖν; εἰπέ οὔν αὐτή ἴνα μοί συναντιλάβηται. Ἀποκριθεῖς δέ ὁ Ἰησοῦς εἶπεν αὐτή, Μάρθα, Μάρθα, μεριμνᾶς καί τυρβάζη περί πολλά, ἑνός δέ ἐστί χρεία, Μαρία δέ τήν ἀγαθήν μερίδα ἐξελέξατο, ἤτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δέ ἐν τῷ λέγειν αὐτόν ταῦτα, ἐπάρασα τίς γυνή φωνήν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῶ, Μακαρία ἡ κοιλία ἡ βαστάσασα σέ καί μαστοί, οὖς ἐθήλασας. Αὐτός δέ εἶπε, Μενοῦν γέ, μακάριοι οἱ ἀκούοντες τόν λόγον τοῦ Θεοῦ καί φυλάσσοντες αὐτόν. – Παρακλητικός Κανών στην Παναγία Παντάνασσα

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Πάτερ Λόγε Πνεῦμα, Τριάς ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Δός ἠμίν τοῖς δούλοις σου, τή συμπαθῆ σου προνοία, τά πολλά ἐλέη σου, καί δεινῶν ἁπάλλαξον μεσιτείαις σου,. μεθ’ ἠμῶν ἔφερες τόν Θεόν Ἄχραντε, καί θανάτου ἠλευθέρωσας. διό δεόμεθα, ἴασε νοσοῦντας τούς δούλους σου, καί δώρησαι τήν ἄφεσιν, μόνη μητρική παρρησία σου, λύτρωσαι κινδύνων, καί σῶσον τούς βοώντας ἀληθῶς, χαῖρε πενθούντων παράκλησις, μετά σου ὁ Κύριος.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ……. (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ὥσπερ ἥλιον λάμψιν, ἐν εἰκόνι σου Κόρη Θεογεννήτρια, δεικνύεις τοῖς σοῖς δούλοις, καί τή προνοία σου σώζεις τήν ποίμνην σου, εὐλογημένη Ἁγνή, ὡς Μήτηρ τοῦ Σωτῆρος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Θεοτόκον κυρίως, οἱ τιμῶντες σέ Κόρη, ἀεί σωζόμεθα, ρυόμενοι πταισμάτων καί πάσης μαλακίας, καί ἐν πίστει κραυγάζομεν, ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θησαυρόν τέ καί σκέπην, καί φρουρόν ἀσφαλείας, τήν σήν Παντάνασσα, εἰκόνα προσκυνοῦμεν, κρουνούς τῶν σῶν θαυμάτων, τοῖς αἰτούσι σέ βλύζουσαν καί εὐλογοῦμεν ἀεί τόν τόκον σου Παρθένε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῶν ψυχῶν καί σωμάτων, ἰατρεῖον παρέχεις, μόνη Παντάνασσα, τῶν πόθω προσπιπτόντων, τή θεία σου προνοία, τή μητρική παρρησία σου, ἡ τόν Σωτήρα Χριστόν, ἠμίν ἀποτεκοῦσα.

Ὠδή ἡ΄. Τόν Βασιλέα

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τῆς Παντανάσσης, καί σής Μητρός δεομένης, μή παρίδης Χριστέ μου τάς πρεσβείας, ἴνα σέ ὑμνῶμεν, ὡς πάντων Βασιλέα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τοῖς ἀσθενούσι, τήν ἰατρείαν παρέχεις, τοῖς πιστῶς αἰτούσι σέ Παρθένε, καί δοξολογούσι τόν ἄφραστόν σου τόκον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μύρον Θεῖον, ὁ Τόκος σου Παρθένε. μύρου θείου πηγήν τήν σήν εἰκόνα, ἔδειξε καί οὕτω, θαυμάτων μύρα βλύζει.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῶν πειρασμῶν σύ, Παρθένε τάς νιφάδας, καί ἐχθρῶν τῶν μισούντων τήν μανίαν, δίωξον καί σῶσον τους σέ ὑμνολογοῦντας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Κυρίως ὡς αἰτίαν, ἠμῶν τῆς σωτηρίας, τῶν βροτῶν σέ τό γένος κηρύττομεν, καί τοῦ Σωτῆρος τῶν ὅλων, Ἁγνή λοχεύτριαν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ρανίδας μου δακρύων, μή παρασιωπήσης, ἡ τοῦ θανάτου τό κέντρον συντρίψασα, τῷ τοκετῶ σου μόνη, Θεοχαρίτωτε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Χαρᾶς πάσης δοχεῖον, σοί πρέπει χαίρειν μόνη, ὡς τῆς χαρᾶς τεξαμένη τό πλήρωμα τῶν λυπηρῶν πάντας ρύσαι, τή μεσιτεία σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Λιμένι σής πρεσβείας, τούς πόθω προσφυγόντας, σῶσον Παρθένε καί φρούρησον πάντοθεν, ἡ σωτηρίαν τῷ κόσμω, Χριστόν κυήσασα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Φωτί τού σου προσώπου, ὡς ἔλαμψας τῷ πάλαι, τοῦ σκοτασμοῦ τῶν παθῶν μέ ἁπάλλαξον, τόν εὐσεβῶς Φωτοτόκον, σέ καταγγέλοντα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κακώσεως καί πόνων, καί πάσης ἀσθενείας, τούς κακωθέντας ποικίλως θεράπευσον, καί ἐκζητούντας Παρθένε, τήν προστασίαν σου.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά Μεγαλυνάρια

Πάντων ὑπερτέρα τῶν γηγενῶν, καί καθαρωτέρα ἀσυγκρίτως τῶν οὐρανῶν, ὡς εἰσδεξαμένη τό πῦρ ἐν σοῖ τό θεῖον, πυρφόρον θεῖον ἅρμα, Κόρη γεγένησαι.
Τοῦ Παμβασιλέως τῶν οὐρανῶν, Μήτηρ οὖσα Κόρη, ὑπερέχεις ὡς ἀληθῶς, πάντων ποιημάτων καί πάντες σέ τιμῶμεν Παντάνασσαν ὑμνοῦντες καί Θεομήτορα.
Ἴδε τήν ἀσθένειάν μου Ἁγνή, ἴδέ μου τήν θλίψιν ὤ Παντάνασσα Ἀγαθή, ἴδέ μου Παρθένε τόν ἐγκάρδιον πόνον, καί ἅφες φιλανθρώπως τάς ἁμαρτίας μου.
Φώτισον τό σκότος τῶν λογισμῶν, ἐμοῦ Φωτοτόκε, δεομένου σου ἐκτενῶς, πρίν ἤ καταλάβη, ὥρα μέ τοῦ θανάτου, καί ἐν φωτί μέ τάξον, Κόρη Παντάνασσα.
Νῦν εὐαγγελίζεται Γαβριήλ, τό χαῖρε κραυγάζων μετά δέους τή Μαριάμ. ὤ τοῦ ξένου τρόπου, ἐν μήτρα γάρ ἀχράντω, συνείληπται ὁ Πλάστης, σώζων ὄν ἔπλασε.
Ζώνην πολυτίμητε τῆς Ἁγνῆς, πηγή τῶν θαυμάτων, καί χαρίτων ὁ θησαυρός, σῶσον τούς σούς δούλους, ἀπό παντοίας βλάβης, ὡς τῆς ζωῆς τό σκεῦος, σύ περιζώσασα.
Θείαν Βηματάρισσαν τήν σεπτήν, πάντες προσκυνοῦμεν, Ἐσφαγμένην καί τάς λοιπᾶς, τήν Παραμυθίαν, καί τήν Ἐλαιοβρύτιν σύν τή Ἀντιφωνούση, καί τήν Παντάνασσαν.
Τούς ἀσπαζομένους σου εὐλαβῶς, σορόν τῶν λειψάνων, καί τελοῦντας σου τήν φαιδράν, μνήμην περιφρούρει, ἀπό πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς. – Παρακλητικός Κανών στην Παναγία Παντάνασσα

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τά συνήθη τροπάρια, ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς:

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Εἰκών χαριτόβρυτέ της Παντανάσσης σεπτή, τούς πόθω τήν χάριν σου ἐπιζητοῦντας θερμῶς, περίσωζε Δέσποινα. Λύσον τάς περιστάσεις τῶν εἰς σέ προστρεχόντων, φρούρησον τήν σήν ποίμνην ἐκ παντοίων κινδύνων, τήν ἐπικαλουμένην ἀεί τήν σήν ἀντίληψιν.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τή κραταιά σου χειρί. ἄλλην γάρ οὐκ ἔχομεν, ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν,
οἱ κατακαμπτόμενοι, ὑπό πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου. ὅθεν σοί προσπίπτομεν. ρύσαι, πάσης περιστάσεως τούς δούλους σου.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Τέλος ο Παρακλητικός Κανών στην Παναγία Παντάνασσα


Δάκρυα της Παναγίας 33άρι

Χειροποίητο 33άρι κομποσχοίνι προσευχής με Δάκρυα της Παναγίας που φτιάχνεται από κελλιώτες μοναχούς του Αγίου Όρους.

Δάκρυα της Παναγίας 33άρι


Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις...

ΕΝΗΜΕΡΩΤΙΚΟ ΔΕΛΤΙΟ
Back to top button