Προσευχές

Παρακλητικός Κανών Αγίας Ευφημίας

Χαίροις Εὐφημία πανευκλεής, χαίροις εὐσεβείας ἀνακήρυξις ἀληθής, χαίροις ἡ πρεσβείας προσάγουσα Κυρίω, ὑπέρ ἠμῶν τῶν πίστει ἀνευφημούντων σέ.

Παρακλητικός Κανών Αγίας Ευφημίας. Παρακάτω ακολουθεί ο Παρακλητικός Κανών εις την Αγία Μητέρα ημών Ευφημία την Μεγαλομάρτυρα. Η Παράκληση αυτή διαβάζεται ώστε η Αγία Ευφημία η Μεγαλομάρτυρας να βοηθάει τον κάθε Χριστιανό στις δυσκολίες της ζωής, να δίνει στήριξη, πνευματική δύναμη, υγεία ή σε κάθε άλλη περίσταση. Η Αγία εορτάζει στις 16 Σεπτεμβρίου.

Παρακλητικός Κανών Αγίας Ευφημίας της Μεγαλομάρτυρας

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης: Ἀμήν.

Το Αγιορείτικο Θυμίαμα είναι αυθεντικό μοναστηριακό προϊόν. Φτιάχνεται με προσωπική φροντίδα & προσευχή από κελλιώτες μοναχούς.
Αγοράστε το μοναδικό Αγιορείτικο Μοσχοθυμίαμα εδώ.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ. – Παρακλητικός Κανών Αγίας Ευφημίας

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τό Τροπάριον

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τῆς Πανευφήμου τοῖς Λειψάνοις προσδράμωμεν, οἱ ἐν κινδύνοις καί Εἰκόνι προσπέσωμεν, αὐτῆς θερμοῖς τοῖς δάκρυσι καθικετεύοντες, Εὐφημία ἔνδοξε, ταῖς θερμαίς σου πρεσβείαις, τάχος φθάσον λύτρωσαι, ἐκ δεινῶν τους σούς δούλους, καί μή παρίδης δεήσεις καί φωνᾶς, τῶν προσφευγόντων ταχέως τή σκέπη σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ.

Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ὑμνῶν σέ εὐφήμως καί εὐσεβῶς, ταῖς θείαις σου. Μάρτυς Εὐφημία, μαρμαρυγαῖς, ὅλον καταλάμπρυνον τόν νοῦν μου, τόν Ἰησοῦν δυσωποῦσα, Πανεύφημε.
Μή παύση πρεσβεύουσα τῷ Χριστῷ, Εὐφημία Μάρτυς, ὑπέρ πάντων τῶν εὐσεβῶν, τῶν τήν θείαν Μνήμην σου τιμώντων, καί προσκυνούντων, Σορόν σου τήν παντιμον.
Νοός καί ψυχῆς μου παρεκτροπᾶς, ἀπέλασον, Μάρτυς Εὐφημία, καί εὐσεβῶς, διαγειν ἀξίωσον σόν δοῦλον, καί εἰς ὁδόν εὐνομίας ὁδήγησον. – Παρακλητικός Κανών Αγίας Ευφημίας

Θεοτοκίον.
Οὐ σθένει τήν ἄβυσσον, Μαριάμ, ἡ γλώσσα ἐκφρᾶσαι, τοῦ ἄνθρωπου ἐμῶν κακῶν, ἠνόμησα γάρ ὑπέρ τό μέτρον, ἀλλ’ ὡς ἐλέους σύ Μήτηρ μέ οἴκτειρον.

Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.
Ἴσχυσας Πανεύφημε, σθένει Θεοῦ Παντοκράτορος, Αἱρετικῶν, τόν Τόμον πατῆσαι, καί στηρίξαι εὐσέβειαν.
Στήριξον, Πανεύφημε, ταῖς πανιέροις πρεσβείαις σου, τήν εὐσεβῆ, τῶν σῶν δούλων Πίστιν, καί Αἱρέσεων λύτρωσαι.
Τόμον ἐν χερσί γραπτόν, ἐνηγκαλίσω, Πανεύφημε, τό τηλαυγές, τῶν ὀρθῶν δογμάτων, Εὐφημία στηρίζουσα.

Θεοτοκίον.
Ἔτεκες, Πανάσπιλε, ἀδιαφθόρως τόν Κύριον, ὄν ἐκτενῶς, δυσώπει σωθῆναι, τούς σέ πόθω δοξάζοντας.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.

Ρύσαι, ὤ Καλλιπάρθενε, τόν σοί προσδραμόντα οἰκτρόν οἰκέτην σου, ἐξ Αἱρέσεων καί στήριξον, ταῖς λιταίς σου, Μάρτυς, πρός εὐσέβειαν.
Ἀμνάς εἰ Θεοῦ ἄσπιλος, ἄσπιλον κάμε γενέσθαι ἀξίωσον, Εὐφημία ταῖς πρεσβείας σου, καί τή σωφροσύνη εὐωδίασον.
Ἰατρείας ἑκάστοτε, βρύουσα ἐκπλύνεις, Πανεύφημε, νοσημάτων μου τόν βόρβορον, ὡς Νύμφη Ὑψίστου ἀδιάφθορος.

Θεοτοκίον.
Ρεῖθρα, Κόρη, δακρύων μοί, τῶν πνευματικῶν παρασχου τόν βόρβορον, ἴνα πλύνω τῶν πταισμάτων μου, καί πρός ὕδωρ ἴθυνον ἀνέσεως.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

Ὤφθης ἀληθῶς, Εὐφημία Καλλιπάρθενε, ρύστης τοῦ Χριστοῦ δογμάτων τῶν εὐσεβῶν, ἐν οἶς σούς δούλους, ἀεί διατήρησον.
Τῶν Αἱρετικῶν, καταισχύνασα τήν ἔπαρσιν, δόγματα τά θεία τοῦ Ἰησοῦ, ἐναγκαλισθεῖσα, Εὐφημία, διέσωσας.
Ἡ τῶν εὐσεβῶν, προστασία καί βοήθεια, πάντας τούς τιμώντας σέ, Καλλιπάρθενε, εὐσεβῶς τόν βίον, διαγειν ἀξίωσον.

Θεοτοκίον.
Νεῦσον ταῖς ἐμοῦ, τού σου δούλου, Κόρη ἄσπιλε. ταῖς οἰκτραῖς δεήσεσι, καί παρασχου μοί, ἁμαρτιῶν μου, τελείαν ἄφεσιν δέομαι.

Ὠδή ς΄. Ἰλάσθητι μοί Σωτήρ.

Παρθένος ὡς ἀληθῶς, καί Νύμφη τοῦ Παντοκράτορος, σύ γεγονυία, Σεμνή, καμέ τόν ἱκέτην σου, παρθενίας πλήρωσον, τοῖς ἐνθέοις ἔργοις, Εὐφημία Καλλιπάρθενε.
Ἀμίαντος τῷ Χριστῷ, καρθαμοσθεῖσα, θεοσοφέ, καί παραδοῦσα αὐτῶ, ψυχήν σου τήν ἄμωμον, σούς δούλους ἀξίωσον, ἀμίαντους μεῖναι, ἐκ τῆς λώβης τῶν αἱρέσεων.
Νῦν προσκυνοῦντες πιστῶς, τά λείψανά σου Πανεύφημε, δεόμεθα ἐκτενῶς, τυχεῖν ταῖς πρεσβείαις σου, πταισμάτων ἀφέσεως, καί ρυσθῆναι νόσων, καί δεινῶν του πολεμήτορος. – Παρακλητικός Κανών Αγίας Ευφημίας

Θεοτοκίον.
Ἐν ὥρα τή φοβερά, καί τή ἡμέρα ἐτάσεως, συναρρωγός μοί γενού, Παρθένε ἀμόλυντε καί ρύσαι γεέννης μέ, καί τῆς καταδίκης, τῆς δικαίας τοτ’ ἑξάρπασον.

Διασωσον…
Πανεύφημε Εὐφημία Χριστοῦ τοῦ Σωτῆρος Μάρτυς καί Νύμφη, μή διαλίπης αὐτῶ πρεσβεύειν ἑκάστοτε, τοῦ ρυσθῆναι ἠμᾶς παντοίας Αἱρέσεως.

Καί Θεοτοκίον. Ἄχραντε.

Ὁ Ἱερεύς μνημονεύει τῶν ὑπέρ ὧν ἡ Παράκλησις.
Εἴτα τό Κοντάκιον Ἦχος β΄.
Σού Καλλιμάρτυς Εὐφημία, τό πολυάθλον Σκῆνος ἐπί γής ἠμεῖς πλουτοῦντες, καί εὐσεβῶς αὐτῶ προσπελάζοντες, ἰαμάτων λαμβάνομεν τήν χάριν, ταῖς θείαις πρεσβείαις σου, παθῶν καί δαιμόνων τήν ἀπολύτρωσιν, καί αἱρέσεων τήν κατάπαυσιν, ὑμνοῦντες καί δοξάζοντες, τόν σέ δοξάσαντα Κύριον.

Καί εὐθύς τό Προκείμονον. Ἦχος δ΄.
Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοί, καί εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (Κέφ. ζ΄ 36-50).

Τῷ καιρῶ ἐκείνω, ἠρώτα τίς τῶν Φαρισαίων τόν Ἰησοῦν, ἴνα φάγη μετ’ αὐτοῦ καί εἰσελθῶν εἰς τήν οἰκίαν τοῦ Φαρισαίου, ἀνεκλίθη. Καί ἰδού γυνή ἐν τή πόλει, ἤτις ἤν ἁμαρτωλός, ἐπιγνοῦσα ὅτι ἀνακεῖται ἐν οἰκία τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καί στάσα παρά τούς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, ἤρξατο βρέχειν τούς πόδας αὐτοῦ τοῖς δάκρυσι καί ταῖς θριξί τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καί κατεφίλει τούς πόδας αὐτοῦ καί ἤλειφε τῷ μύρω. Ἴδων δέ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν, εἶπεν ἐν ἐαυτῶ λέγων.

Οὗτος, εἰ ἤν προφήτης, ἐγίνωσκεν ἄν, τίς καί ποταπή ἡ γυνή, ἤτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καί ἀποκριθεῖς ὁ Ἰησοῦς εἶπε πρός αὐτόν, Σίμων, ἔχω σοί τί εἰπεῖν. Ὁ δέ φησι, διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἤσαν δανειστή τινι, ὁ εἰς ὤφειλε δηνάρια πεντακόσια, ὁ δέ ἕτερος πεντήκοντα. Μή ἐχόντων δέ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο.

Τίς οὔν αὐτῶν, εἰπέ, πλεῖον αὐτόν ἀγαπήσει; Ἀποκριθεῖς δέ ὁ Σιμών, εἶπεν ὑπολαμβάνω ὅτι, ὤ τό πλεῖον ἐχαρίσατο. Ὁ δέ εἶπεν αὐτῶ, ὀρθῶς ἔκρινας. Καί στραφεῖς πρός τήν γυναίκα, τῷ Σίμωνι ἔφη.

Βλέπεις ταύτην τήν γυναίκα; εἰσῆλθόν σου εἰς τήν οἰκίαν, ὕδωρ ἐπί τούς πόδας μου οὐκ ἔδωκας, αὔτη δέ τοῖς δάκρυσιν ἔβρεξέ μου τούς πόδας, καί ταῖς θριξί τῆς κεφαλῆς ἐξέμαξε. Φίλημα μοί οὐκ ἔδωκας, αὔτη δέ, ἀφ’ ἤς εἰσῆλθον, οὐ διέλιπε καταφιλούσά μου τούς πόδας. Ἐλαίω τήν κεφαλήν μου οὐκ ἤλειψας, αὐτή δέ μύρω ἤλειψέ μου τούς πόδας.

Οὗ χάριν, λέγω σοῖ, ἀφέωνται αἵ ἁμαρτίαι αὐτῆς αἵ πολλοί, ὅτι ἠγάπησε πολύ, ὤ δέ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾶ. Εἶπε δέ αὐτή, ἀφέωνταί σου αἵ ἁμαρτίαι. Καί ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐαυτοῖς, τίς οὗτος ἐστιν, ὅς καί ἁμαρτίας ἀφίησιν; Εἶπε δέ πρός τήν γυναίκα. Ἡ πίστις σου σέσωκε σέ, πορεύου εἰς εἰρήνην.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Πανευφήμου λιταῖς, ὤ Πανοικτίρμον, δώρησαι τῷ λαῶ σου ρῶσιν τέ καί εἰρήνην.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου εὐχαῖς, Παντελεῆμον, ἁπάλλαξον μέ νόσων καί θλίψεων παντοίων.

Στίχος Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός… Καί τό Προσόμοιον.

Ἦχος πλ. β΄ Ὅλην ἀποθέμενοι.

Νύμφην τήν Πανεύφημον, τοῦ Ποιητοῦ τῶν ἀνακράζοντες, ὤ Καλλιπάρθενε, μή παύση πρεσβεύειν, πάντων, Εὐφημίαν Μάρτυρα, πίστει ἰκετεύσωμεν ἀτῶ Σωτήρι καί Νυμφίω σου, ὑπέρ τῶν δούλων σου, πάσης περιστάσεως, ρύσασθαι ἠμᾶς, καί ἐξ αἱρέσεων, καί κατά ἐχθρῶν καθοπλίσασθαι, ἴνα εὐφημῶμεν, σωζόμενοι ἐν ὕμνοις τήν σεπτήν, καί ἀεισέβαστον.

Μνήμην σου, καί τά κατορθώματα.

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων.

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.

Ὕμνοις γεραίρομεν σέ, Μάρτυς, δί’ ἤς δέδοται χαρά τοῖς Ὀρθοδόξοις, ὡς τόν Τόμον αὐτῶν ἐν ταῖς χερσί λαβοῦσα, καί δόγμα κρατύνασα, τά ἐν τούτω εὐσεβίας.
Φλέξον ἀκάνθας, Εὐφημία, τῶν αἱρέσεων πυρί τῆς εὐσεβείας, καί τό δόγμα ὅ σύ ἐκύρωσας πρεσβείαις, ταῖς σαῖς νῦν διατήρησον, ἐν ἠμίν τοῖς σέ ὑμνούσιν.
Ἤθλησας, Μάρτυς Εὐφημία, τοῦ σταδίου ἐν μέσω μετ’ ἀνδρείας, καί ἀνῆλθες πρόν ὄν ἐπόθης σου Νυμφίον, ὑπέρ ἠμῶν πρεσβεύουσα, τό σόν Σκῆνος προσκυνούντων. – Παρακλητικός Κανών Αγίας Ευφημίας

Θεοτοκίον.
Μόνος παρώργισα ὁ τάλας, τά σά σπλάγχνα, Μαρία, ἐν ἀνθρώποις, καί χρηστότητα σήν ἐπίκρανα ἀφρόνως, διό σόν δοῦλον οἴκτειρον, φιλευσπλάγχνως. Θεοτόκε.

Ὠδή ἡ΄. Τόν Βασιλέα.

Ὄρον ὡς πάλαι τόν εὐσεβῆ, Εὐφημία, σύ ἐκράτυνας τῶν θείων δογμάτων, οὕτω προσκυρώσοις εἴθε καί νῦν τοιοῦτον.
Νόμον τόν θεῖον ὡς Νομοφύλαξ ἡ Μάρτυς, τῶν ὀρθῶν δογμάτων δεξαμενή, ἄτρωτον φυλάττει τήν πίστιν εἰς αἰώνας.
Καρτερικῶς τάς βασάνους ἡ Μάρτυς, ἐνεγκοῦσα μετ’ Ἀγγέλων χορεύει, ὑπέρ ἠμῶν πρεσβείας προσάγουσα Κυρίω.

Θεοτοκίον.
Ὅλος ὁ βίος μου πονηρός ἐστι, Κόρη, καί ἡ ψυχή μου ἀναπλεως βορβόρου, ἐλέησον μέ μόνη Χριστιανῶν προστάτις.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.

Ρυσθέντες, Εὐφημία, τή σή προστασία, τῆς τῶν αἱρέσεων πλάνης οἱ δοῦλοί σου, πιστῶς τά θείά σου Λείψανα ἀσπαζόμεθα.
Ἡ τεθνεώσα Κόρη, κατέχουσα ὡς ζώου, τῆς εὐσεβείας τόν ὄρον ἀνόθευτον, διαφυλάττει τήν Πίστιν ἠμῶν ἀκράδαντον.
Νῦν Μάρτυς Εὐφημία, τήν λάρνακα μύρου, τῶν σῶν λειψάνων πληροῦσα ἀλάβαστρον, εὐωδιάζεις καρδίας τῶν ἀνυμνούντων σέ.

Θεοτοκίον.
Ναμάτων ζωηρρύτων, διψώντα, Παρθένε, τόν σόν ἱκέτην μέ κόρεσον δέομαι, Σύ γάρ πηγή ζωηρρύτων ὑδάτων, Παναγνέ.

Ἄξιον ἔστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν• τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Μεγαλυνάρια.

Χαίροις Εὐφημία πανευκλεής, χαίροις εὐσεβείας ἀνακήρυξις ἀληθής, χαίροις ἡ πρεσβείας προσάγουσα Κυρίω, ὑπέρ ἠμῶν τῶν πίστει ἀνευφημούντων σέ.
Δεῦτε φιλομάρτυρες εὐλαβῶς, τήν ἐν Ἀθληφόροις καί Παρθένοις θαυματουργόν, τήν ἀξιωθείσαν Νύμφην Χριστοῦ γενέσθαι, τήν θείαν Εὐφημίαν πάντες τιμήσωμεν.
Ἄγομεν οἱ δοῦλοί σου ἑορτήν, σήμερον ὤ Μάρτυς, Εὐφημία πανευκλεής, ὅτι τῶν Πατέρων πεπίστευσαι τόν Τόμον, φυλάξασα τήν Πίσιν ἀπαρασάλευτον.
Χαίροις Νύμφη ἄσπιλέ του Χριστοῦ, Εὐφημία Μάρτυς, εὐσεβείας χαίροις τιμή, δόξα Χαλκηδόνος καί κράτος Ὀρθοδόξων, πάντων δεινῶν δεόμεθα, ἠμᾶς λύτρωσαι. – Παρακλητικός Κανών Αγίας Ευφημίας

Καί Θεοτοκίον. Πᾶσαι τῶν Ἀγγέλων.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τροπάριον.

Ἦχος γ΄.

Λίαν εὔφρανας τούς Ὀρθοδόξους, καί κατήσχυνας τούς κακοδόξους, Εὐφημία Χριστοῦ Καλλιπάρθενε, τῆς γάρ τετάρτης Συνόδου ἐκύρωσας, ἅ οἱ Πατέρες καλῶς ἐδογμάτισαν.
Μάρτυς ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Ὁ Ἱερεύς ποιεῖ Ἐκτενῆ καί Ἀπόλυσιν, καθ’ ἤν ψάλλομεν τό παρόν Προσόμοιον.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου Σέ Νεκρόν.

Λόγου τοῦ τεχθέντος ἐπί γής, Νύμφη ἐκλεκτή Εὐφημία, σύ ἀναδέδειξαι, λαμπάδα κατέχουσα ἐνθεῶν πράξεων, καί τῆς θείας Ἀθλήσεως, φαιδρῶν λαμπηδόνων, ὅθεν τήν Πανένδοξον, Μνήμην σου σέβομεν, φρούρει ἰκετεύομεν σκέπε, ταῖς πρός τόν Σωτήρα λιταίς σου, ἠμᾶς τούς τιμώντας σέ καί δοξάζοντας.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


Μία μοναδική συλλογή Παρακλητικών Κανόνων που έλειπε μέχρι σήμερα, πολλοί από τους Παρακλητικούς Κανόνες είτε δημοσιεύονται για πρώτη φορά, και μάλιστα ολοκληρωμένοι, είτε είναι σπάνιοι και άγνωστοι.

Θησαυρός Παρακλητικών Κανόνων


Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις...

ΕΝΗΜΕΡΩΤΙΚΟ ΔΕΛΤΙΟ
Back to top button