Σατανισμός και Μαγεία - Τι είναι, Ευχές για λύση αυτών κ.α.

#2608 από Παρασκευή
Παρ Ιουν 24, 2011 19:48
Ευχή Αγίου Κυπριανού - Διαλύουσα τα Μάγια

Εικόνα

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν ὁ κρατῶν καί κυβερνῶν τά πάντα, Ἅγιος καί δεδοξασμένος ὑπάρχεις. Διό Βασιλεῦ τῶν Βασιλευόντων
καί Κύριε τῶν Κυριευόντων δόξα σοί. Ὁ καθήμενος ἐν τῷ φωτί τῷ ἀπείρω καί ἀπροσίτω βροτοῖς, ὅπερ εἶδον δυνάμεις χιλιάδες καί μυριάδες Ἁγίων Ἀγγέλων καί Ἀρχαγγέλων.
Σύ γιγνώσκεις τά κρύφια του ταπεινοῦ δούλου σου Κυπριανοῦ. Ὅτι οὐκ ἐγίγνωσκον πρότερoν τά σά θαυμάσια Κύριε παντοδύναμε. Σύ εἰ μόνος Κύριος Ἰησοῦς Χριστός
ὁ Θεός ἠμῶν. Ὁ εὐδοκήσας ἐξ ἀναξίου γενέσθαι μέ ἄξιον καί συζησάμενος τῷ ἐν σοῖ πόθω καί ἀγάπη πρός ἀκοήν τῶν Ἁγίων σου Ἀποστόλων καί Ἱερομαρτύρων
καί πάντων σου τῶν Ἁγίων.

Παρακαλῶ δέ τήν σήν φιλανθρωπίαν, ἴνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύη ἡ χάρις σου Κύριε, ὅτι ἐκράτουν τά νέφη καί οὐκ ἔβρεχον, ἔδενον τήν γῆν
καί οὐκ ἔδιδε τούς καρπούς αὐτῆς. Τάς ἀμπέλους καί οὐκ ἐβλάστανον, τά ποίμνια τῶν προβάτων καί οὐκ ἐποίουν γάλα, τά αἰγίδια καί οὐκ ἐγέννων, τούς ἄνδρας
καί οὐκ ἐσμίγοντο μετά τῶν γυναικών αὐτῶν, τάς μητέρας καί οὐκ ἐτεκνοποίουν, τά πλοῖα καί οὐκ ἐπλέον, τά ἐργαστήρια καί οὐκ εἰργάζοντο, τούς ἁλιεῖς καί οὔχ ἠλίευον,
τούς κήπους καί οὐκ ἐποίουν λάχανα, τά δένδρα καί οὐκ ἐκαρποφόρουν, τούς ποταμούς καί οὐκ ἔτρεχον, τούς μύλους καί οὐκ ἐγύριζον, τούς ἀδελφούς καί ἀνδρόγυνα
εἰς ἀφιλίωτον ἔχθραν ἔφερον καί τούς διεχώριζον, ἐποίουν τό θέρος χειμώνα καί τόν χειμώνα θέρος, ταῦτα πάντα εἰργαζόμην φαντασία τελεία. Ἄρτι δέ Κύριε ὁ Θεός ἠμῶν
ἱκετεύω σέ καί παρακαλῶ, ἴνα διά τῆς ἐμῆς προσευχῆς ἐνώπιόν Σου Θεέ καί Κύριέ του Ἐλέους ὡς Θυσία εὐπρόσδεκτος γενέσθω σοί. Καί πᾶς ἄνθρωπος ἔχων πνεῦμα πονηρίας
καθαρισθῆ ὅλως. Ἤ ἄγρος ἤ κῆπος ἤ κτῆμα ἤ μύλος ἤ πλοῖον ἤ ἁλιεύς ἤ μελίσσιον ἤ ἔμπορος ἤ ἐπιστήμων ἤ ἄρχων ἤ ἀρχόμενος ἤ τεχνίτης ἤ μεταξοσκώληξ ἤ καί
ὁ δοῦλος τοῦ Θεοῦ (ὄνομα πάσχοντος) σύν παντί τῶν οἴκω αὐτοῦ. Ἄν εἶναι δεδεμένος μέ μαγείας καί πονηρά ἔργα ἤ γοητείας ἤ ἀπό 72 γλωσσοφαγιῶν ἐστίν ἐμποδισμένος
καί μαγευμένος καί ἐγκλείη 365 λόγια της Μαγείας ἄτινα ἔρχονται πρός βλάβην καί κατανάλωσιν τοῦ δούλου τοῦ Θεοῦ (ὄνομα πάσχοντος) σύν παντί τῷ οἴκω αὐτοῦ.
Παρευθύς ὅπου ἀναγνωσθῆ ἡ παροῦσα ἰκετήριος δέησις καί προσευχή μου ἐνώπιόν της Σῆς χάριτος τοῦ Θεοῦ ἐλευθερωθῆ πᾶς ὁ κόσμος καί τόπος ἐκ πάσης ὀργῆς τέ
καί ἀσθενείας καί ἐκ παντός δεσμοῦ καί μαγείας καί πάσης φαρμακείας καί γοητείας, πάσης βασκανίας καί καταλαλιᾶς, γλωσσοφαγιᾶς, ἀμελείας ἤ νωθρότητος, ἀκρατείας,
ἀφροσύνης, ἀδυναμίας καί ἀπογνώσεως πάσης ἀδικίας καί πάσης πλάνης ἤ ἀπάτης, ἤ ἐμποδίου προερχομένων ὑπό τοῦ διαβόλου ὁμοίως καί ὁ δοῦλος τοῦ Θεοῦ
(ὄνομα πάσχοντος) σύν παντί τῷ οἴκω αὐτοῦ. Καί ἔστω λελυμένος καί λελυτρωμένος ἐν τῷ ὀνόματι τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καί εἴτε ἐν τῷ οὐρανῶ εἰσίν αἵ μαγεῖαι καί τά φαρμακεύματα ἐκεῖνα ἤ ἐν τή γῆ ἤ ἐν τή θαλάσση ἤ ἐν παντί τόπω καί ἐδάφει εὐθύς τή ὥρα ταύτη λυθήσονται καί καταργηθήσονται
ἀπό τοῦ δούλου τοῦ Θεοῦ (ὄνομα πάσχοντος) καί ἀπό παντός του οἴκου αὐτοῦ καί ἐλευθερωθήσεται ὁ δοῦλος τοῦ Θεοῦ (ὄνομα πάσχοντος) καί πᾶς ὁ οἶκος αὐτοῦ ἀπό πάσης
ὥρας πονηρᾶς καί γοητείας ἤ ὀφθαλμῶν πονηρῶν ἤ φθόνου ἤ καταλαλιᾶς ἤ γλωσσοφαγιᾶς ἤ μαγείας ἤ φαρμακείας ἤ κατάρας ἤ ἀναθέματος ἤ ἀφορισμοῦ καί πάσης
βλασφημίας ἤ ἐνεργείας του. Εὐθέως ἀναχωρήσατε ἀπό τοῦ δούλου τοῦ Θεοῦ (ὄνομα πάσχοντος) πάσα ἡ ἐπήρεια τοῦ πονηροῦ ἐπί τή ἐπικλήσει τοῦ Παναγίου σου ὀνόματος
τοῦ Πατρός καί τοῦ μονογενοῦς Υἱοῦ καί τοῦ Ἀγαθοῦ καί Ζωοποιοῦ Πνεύματος καί διά τῆς προσευχῆς ἐμοῦ τοῦ ταπεινοῦ καί εὐλαβοῦς δούλου σου Κυπριανοῦ φεύξονται οἱ
δαίμονες, δραπετευθήσονται καί καταργηθήσονται αἵ πονηρίαι αὐτῶν, καί τά νέφη δώσωσιν ὑετόν ἐπί πάσαν τήν γῆν, καί ἡ γῆ δώση τά γενήματα αὐτῆς εἰς τόν καιρόν αὐτῶν,
καί τά δένδρα καρποφορήσωσι, καί οἱ ἀμπελῶνες εὐφορήσωσι πλῆθος βοτρύων, καί αἵ γυναῖκες λυθήσωνται καί ἐλευθερωθήσωνται ἀπό τοῦ κάκου τῶν μητρῶν αὐτῶν.
Ὁμοίως καί τά κτήνη τῶν ποιμένων καί πᾶς ὁ κόσμος, ἄρχων, ἤ ἀρχόμενος, ἤ κῆπος, ἤ μελισσουργός, ἤ μετάξουργος καί πάσα ἡ κτῆσις λυθήσεται ἀπό παντός δεσμοῦ καί
δαίμονος. Ὁμοίως καί ὁ δοῦλος τοῦ Θεοῦ (ὄνομα πάσχοντος), σύν παντί τῷ οἴκω αὐτοῦ καί τοῖς πράγμασιν αὐτοῦ, καί ἔστω ἐλεύθερος καί λελυτρωμένος ἀπό πάσης ἀσθενείας
καί ὥρας κακῆς καί παντός δαίμονος καί ἀντικειμένης δυνάμεως δεόμεθά σου, ἴνα λυθῶσι καί ἀφανισθῶσι τά πονηρά ἔργα διά τῆς ἐπικλήσεως τοῦ Παναγίου Πνεύματος τοῦ Θεοῦ Σαβαώθ.

Καί εἰ ἐν τῷ Οὐρανῶ ἔστι δεδεμένος καί ἐμποδισμένος ὁ δοῦλος τοῦ Θεοῦ (ὄνομα πάσχοντος) λυθήτω, ἤ ἐν τή γῆ, ἤ ἐν ἀνωφλίω λυθήτω, ἤ ἐν κατωφλίω, ἤ ἐν δέρματι ἀλόγου,
ἤ ἐν σιδήρω, ἤ ἐν λίθω, ἤ ἐν ξύλω ἐκάρφωσαν τά πονηρά ἔργα λυθήτωσαν καί ὡσεί καπνός ἐκλιπέτωσαν, ἤ ἐν γραμματίω διά μελένης, ἤ αἵματος ἀνθρώπου, ζώου, πτηνοῦ,
ἰχθύος, ἤ διά μολύβδου, ἤ διά κινναβάρεως, ἤ διά ζωμοῦ λεμονιοῦ, ἤ δί’ ἄλλου τινός ἔγραψαν αὐτά καί ἔθηκαν ἐν τινι τόπω καί διεσκέλισεν αὐτά ὁ δοῦλος τοῦ Θεοῦ (ὄνομα πάσχοντος)
πρός βλάβην αὐτοῦ τή ὥρα ταύτη λυθήτωσαν καί καταργηθήτωσαν καί ἐκριζωθήτωσαν τά τῆς μαγείας ἔργα ἀπό τούς τόπους καί κατοικίας ἐκεῖ ὅπου ἀναγινώσκεται ἡ δέησίς
μου καί προσευχή αὔτη, ἤ ἐν αὐλαῖς τοῦ οἴκου αὐτοῦ κατέχωσαν, ἤ διέσπειραν αὐτά, ἤ μετάλλου τινός ἐποίησαν τά κομβοδέματα ἐκεῖνα λυθήτωσαν, ἤ εἰς κόκκαλα διεπέρασαν αὐτά,
ἤ ἐν τή θαλάσση, ἤ ἐν φρέατι, ἤ ἐν μνήματι ἐρρίφθησαν λυθήτωσαν, ἤ μέ ὄνυχας ἀνθρώπων, ζώων, ἤ πτηνῶν ζώντων ἤ τεθνεώτων, ἤ μέ χῶμα τεθνεώτων ἐποίησαν τά φάρμακα
ἐκεῖνα λυθήτωσαν, ἤ ὑπό πλακός ἐπλακώθησαν ἤ ἀπό πασσάλους, ἤ καρφιοῦ ἐκαρφώθησαν, ἤ διά βελόνης ἐπέρασαν αὐτά, λυθήτωσαν τήν ὥραν ταύτην, ἤ διά ἀργύρου,
ἤ χρυσοῦ, ἤ δί' ἄλλου τινός μετάλλου ἐποίησαν τά πονηρά ἔργα λυθήτωσαν τήν ὥραν ταύτην, ἤ διά μαλλίου, ἤ βαμβακιοῦ, ἤ μετάξης, ἤ λινάρεως, ἤ κανάβεως, ἤ δί' ἄλλου τινός
χόρτου ἔδεσαν ταῦτα λυθήτωσαν τήν ὥραν ταύτην, ἤ εἰς κράββατον κατέχωσαν αὐτά λυθήτωσαν τήν ὥρα ταύτην, ἤ διά βρόχου, βούρλου ἤ ἄλλου τινός ἔδεσαν, λυθήτωσαν
τήν ὥραν ταύτην, ἤ ἐν ὕδατι ἐποίησαν αὐτά ἤ κούφω ξύλω ἤ κοχλάζοντι ὕδατι ἄν ἔβρασαν αὐτά λυθήτωσαν τήν ὥραν ταύτην, ἤ ἐν αἵματι ἀνθρώπου, ζώου, ἤ πτηνοῦ,
ἤ ἰχθύος ζώντων ἤ τεθνεώτων ἐποίησαν αὐτά ὡς σύ, Κύριε ὁ Θεός ἠμῶν γινώσκεις τούς τόπους καί τρόπους καί τούς ἀνθρώπους, λυθήτωσαν τήν ὥραν ταύτην καί
διαρρηχθήτωσαν τά τῆς μαγείας ἔργα ἔνθα κεῖνται, καί τόν μέν δοῦλον σου (ὄνομα πάσχοντος) διαφύλαξον σύν παντί τῷ Οἴκω αὐτοῦ, τά δέ πονηρά ἔργα λυθήτωσαν καί
ἀπωλεσθήτωσαν καί ὡσεί καπνός ἐκλιπέτωσαν ἀπό τόν δοῦλον τοῦ Θεοῦ (ὄνομα πάσχοντος) ἐν ὀνόματι τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος καί διά τῆς δόξης
τοῦ Μεγάλου Θεοῦ τοῦ Ζῶντος συντριβήτωσαν τή δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ πᾶσαι αἵ ἐναντίαι δυνάμεις, ἀναχωρησάτωσαν τά τῆς Μαγείας ἔργα καί
ἀπομακρυνθήτωσαν ἀπό τόν δοῦλον τοῦ Θεοῦ (ὄνομα πάσχοντος) μίλια 65 πρεσβείαις τῶν μαρτύρων καί πάντων τῶν Ἁγίων σου. Ἀμήν.

Δεόμεθά σου καί παρακαλοῦμεν σέ Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν ἴνα ἐλευθερώσης καί ζωώσης πάσαν ψυχήν πεπεδημένην καί τόν δοῦλον (ὄνομα πάσχοντος) σύν παντί
τῷ Οἴκω αὐτοῦ ὁμοίως καί τούς γράφοντας καί ἔχοντας ἐν τῷ Οἴκω αὐτῶν τήν προσευχήν μου αὐτήν καί τούς βαστάζοντας αὐτήν ὡς φυλακτήριον αἰώνιον, καί ἡ δεξιά σου
Κύριε εἴη αὐτοῖς σκέπη καί βοήθεια καί ἔστω διά παντός ἐν τῷ οἴκω αὐτῶν χαρά καί ἀγαλλίασις.

Ναί, Κύριε, δεομένου σου ἐπάκουσόν μου, ἴνα ὁπού εὑρίσκεται ἡ εὐκτήριος καί ἰκετηρία αὔτη εὐχή μου λυθῆ καί ἐλευθερωθῆ πᾶς ἄνθρωπος καί ὁ οἶκος αὐτοῦ ἀπό κακῆς ὥρας,
ἀπό πάσης ἀσθενείας, παντός ἀφορισμοῦ τέ καί ἀναθέματος, ἀπό πάσης κατάρας, ἀπό πάσης ὀργῆς, ἐμποδίου, δυσπραγίας, καταλαλιᾶς, γλωσσοφαγιᾶς, φθόνου, βασκανίας,
ἀμελείας, νωθρότητος, λαιμαργίας, ἀδυναμίας, βλακείας, ἀκρατείας, ἀφροσύνης, ὑπερηφανείας, ἀσπλαγχνίας, ἀδικίας, ἀλαζονείας καί πάσης πλάνης καί ἀπάτης διά τό ὄνομά
Σου τό Ἅγιον καί δεδοξασμένον εἰς τούς Αἰώνας Ἀμήν.

Τέλος τῆς προσευχῆς


Πηγή: Από το βιβλίο «Ο Άγιος Ιερομάρτυς Κυπριανός»
#3205 από ioannisjp
Σάβ Αύγ 13, 2011 10:26
διστυχώς η μαγεία, στις μέρες μας, έχει λάβει απροσδιόριστες διαστάσεις, γεγονός που είτε άμεσα είτε έμμεσα μας προκαλεί για εγρήγορση, αγώνα και προσευχή!Το αξιοσημείωτο, όμως, είναι ότι τα συμπτώματα της μαγείας δεν είναι μόνο τα συνειδητά, αλλά κυρίως τα ασυνείδητα, που δημιουργούν συνθήκες πνευματικής αποχαύνωσης, με κύριο σκοπό την απομάκρυνση του σύγχρονου ανθρώπου από την Εκκλησία. Η μαγεία, και η κάθε μαγεία, βρίσκει πρόσφορο έδαφος όταν ο άνθρωπος απομακρύνεται από τα μυστήρια της Εκκλησίας. Ο άνθρωπος αυτός, που βρίσκεται απομακρυσμένος από τη ζωντανή παρουσία του Χριστού στον κόσμο μας (που είναι η Εκκλησία), υιοθετεί με εγωιστικό στόμφο και οίηση, ότι "πιστεύω με τον δικό μου τρόπο". Δεν καταλαβαίνει, όμως, ότι η πίστη του ανθρώπου μακρυά από τα μυστήρια της Εκκλησίας, με μαθηματική αναλογία μετατρέπεται σε ένα υποκειμενικό φανταστικό κατασκεύασμα......με βάση το οποίο και καθοδηγεί τη ζωή του, προβαίνωντας σε κυριολεκτικές ή μεταφοτικές "σταυρωφορίες"....
#3943 από samsung
Τρί Σεπ 27, 2011 23:20
Οι επισημες ευχες του εξορκισμου ειναι μεσα στο ευχολογιο που εχει ο καθε Ορθοδοξος Ιερευς.

Αυτες ειναι του Αγιου Ιωαννη Χρυσοστομου και του Μεγα Βασιλειου.
#7427 από Άγγελος
Τετ Φεβ 01, 2012 15:21
Γεια σου Βασιλική και καλώς ήρθες στο xristianos.gr | forum
Χαιρόμαστε που βρήκες τον χρόνο να κάνεις εγγραφή και ευελπιστούμε προσπαθώντας όλοι ως μέλη της κοινότητας αυτής, να γίνουμε γνώστες του Λόγου Του Κυρίου.

Την αγάπη μας σε όλο τον Ελληνορθόδοξο λαό της Νυρεμβέργης. :hi:
Παρόμοια Θέματα Στατιστικά Τελευταία δημοσίευση
Εορτή Αγίου Κυπριανού και Αγίας Ιουστίνης 02-10-2014
από Παρασκευή Τετ Οκτ 01, 2014 23:05 στο Σημερινή Εορτή
0 Απαντήσεις
802 Προβολές
από Παρασκευή
Τετ Οκτ 01, 2014 23:05
Η ευχή του Αγίου Εφραίμ του Σύρου
από Πηνελόπη Τετ Ιούλ 16, 2014 08:03 στο Διάφορες Προσευχές
0 Απαντήσεις
383 Προβολές
από Πηνελόπη
Τετ Ιούλ 16, 2014 08:03
Ευχή του Αγίου Εφραίμ του Σύρου ~ Κύριε και Δέσποτα
από Γεωργία_ Σάβ Αύγ 23, 2014 21:44 στο Προσευχές στον Κύριο
0 Απαντήσεις
339 Προβολές
από Γεωργία_
Σάβ Αύγ 23, 2014 21:44
Ευχή στην Αγία Τριάδα - Αγίου Ιωάννου του Χρυσοστόμου
από Άγγελος Πέμ Φεβ 13, 2014 21:41 στο Προσευχές στον Κύριο
0 Απαντήσεις
468 Προβολές
από Άγγελος
Πέμ Φεβ 13, 2014 21:41
Ιερά Πανήγυρις Αγίων Κυπριανού και Ιουστίνης 2014
από Άγγελος Παρ Σεπ 26, 2014 12:04 στο Επικαιρότητα
2 Απαντήσεις
356 Προβολές
από Άγγελος
Παρ Σεπ 26, 2014 12:33

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 0 επισκέπτες